HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

14:1 και ουτοι οι κατακληρονομησαντες υιων ισραηλ εν τη γη χανααν οις κατεκληρονομησεν αυτοις ελεαζαρ ο ιερευς και ιησους ο του ναυη και οι αρχοντες πατριων φυλων των υιων ισραηλ

14:2 κατα κληρους εκληρονομησαν ον τροπον ενετειλατο κυριος εν χειρι ιησου ταις εννεα φυλαις και τω ημισει φυλης

14:3 απο του περαν του ιορδανου και τοις λευιταις ουκ εδωκεν κληρον εν αυτοις

14:4 οτι ησαν οι υιοι ιωσηφ δυο φυλαι μανασση και εφραιμ και ουκ εδοθη μερις εν τη γη τοις λευιταις αλλ' η πολεις κατοικειν και τα αφωρισμενα αυτων τοις κτηνεσιν και τα κτηνη αυτων

14:5 ον τροπον ενετειλατο κυριος τω μωυση ουτως εποιησαν οι υιοι ισραηλ και εμερισαν την γην

14:6 και προσηλθοσαν οι υιοι ιουδα προς ιησουν εν γαλγαλ και ειπεν προς αυτον χαλεβ ο του ιεφοννη ο κενεζαιος συ επιστη το ρημα ο ελαλησεν κυριος προς μωυσην ανθρωπον του θεου περι εμου και σου εν καδης βαρνη

14:7 τεσσαρακοντα γαρ ετων ημην οτε απεστειλεν με μωυσης ο παις του θεου εκ καδης βαρνη κατασκοπευσαι την γην και απεκριθην αυτω λογον κατα τον νουν αυτου

14:8 οι δε αδελφοι μου οι αναβαντες μετ' εμου μετεστησαν την καρδιαν του λαου εγω δε προσετεθην επακολουθησαι κυριω τω θεω μου

14:9 και ωμοσεν μωυσης εν εκεινη τη ημερα λεγων η γη εφ' ην επεβης σοι εσται εν κληρω και τοις τεκνοις σου εις τον αιωνα οτι προσετεθης επακολουθησαι οπισω κυριου του θεου ημων

14:10 και νυν διεθρεψεν με κυριος ον τροπον ειπεν τουτο τεσσαρακοστον και πεμπτον ετος αφ' ου ελαλησεν κυριος το ρημα τουτο προς μωυσην και επορευθη ισραηλ εν τη ερημω και νυν ιδου εγω σημερον ογδοηκοντα και πεντε ετων

14:11 ετι ειμι σημερον ισχυων ωσει οτε απεστειλεν με μωυσης ωσαυτως ισχυω νυν εξελθειν και εισελθειν εις τον πολεμον

14:12 και νυν αιτουμαι σε το ορος τουτο καθα ειπεν κυριος τη ημερα εκεινη οτι συ ακηκοας το ρημα τουτο τη ημερα εκεινη νυνι δε οι ενακιμ εκει εισιν πολεις οχυραι και μεγαλαι εαν ουν κυριος μετ' εμου η εξολεθρευσω αυτους ον τροπον ειπεν μοι κυριος

14:13 και ευλογησεν αυτον ιησους και εδωκεν την χεβρων τω χαλεβ υιω ιεφοννη υιου κενεζ εν κληρω

14:14 δια τουτο εγενηθη η χεβρων τω χαλεβ τω του ιεφοννη του κενεζαιου εν κληρω εως της ημερας ταυτης δια το αυτον επακολουθησαι τω προσταγματι κυριου θεου ισραηλ

14:15 το δε ονομα της χεβρων ην το προτερον πολις αρβοκ μητροπολις των ενακιμ αυτη και η γη εκοπασεν του πολεμου

 

Created with FREE HTMLCompiler by BibleDatabase