HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 16

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

16:1 και εγενετο τα ορια υιων ιωσηφ απο του ιορδανου του κατα ιεριχω απ' ανατολων και αναβησεται απο ιεριχω εις την ορεινην την ερημον εις βαιθηλ λουζα

16:2 και εξελευσεται εις βαιθηλ και παρελευσεται επι τα ορια του χαταρωθι

16:3 και διελευσεται επι την θαλασσαν επι τα ορια απταλιμ εως των οριων βαιθωρων την κατω και εσται η διεξοδος αυτων επι την θαλασσαν

16:4 και εκληρονομησαν οι υιοι ιωσηφ εφραιμ και μανασση

16:5 και εγενηθη ορια υιων εφραιμ κατα δημους αυτων και εγενηθη τα ορια της κληρονομιας αυτων απο ανατολων αταρωθ και εροκ εως βαιθωρων την ανω και γαζαρα

16:6 και διελευσεται τα ορια επι την θαλασσαν εις ικασμων απο βορρα θερμα περιελευσεται επι ανατολας εις θηνασα και σελλησα και παρελευσεται απ' ανατολων εις ιανωκα

16:7 και εις μαχω και αταρωθ και αι κωμαι αυτων και ελευσεται επι ιεριχω και διεκβαλει επι τον ιορδανην

16:8 και απο ταφου πορευσεται τα ορια επι θαλασσαν επι χελκανα και εσται η διεξοδος αυτων επι θαλασσαν αυτη η κληρονομια φυλης εφραιμ κατα δημους αυτων

16:9 και αι πολεις αι αφορισθεισαι τοις υιοις εφραιμ ανα μεσον της κληρονομιας υιων μανασση πασαι αι πολεις και αι κωμαι αυτων

16:10 και ουκ απωλεσεν εφραιμ τον χαναναιον τον κατοικουντα εν γαζερ και κατωκει ο χαναναιος εν τω εφραιμ εως της ημερας ταυτης εως ανεβη φαραω βασιλευς αιγυπτου και ελαβεν αυτην και ενεπρησεν αυτην εν πυρι και τους χαναναιους και τους φερεζαιους και τους κατοικουντας εν γαζερ εξεκεντησαν και εδωκεν αυτην φαραω εν φερνη τη θυγατρι αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase