HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 18

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

18:1 και εξεκκλησιασθη πασα συναγωγη υιων ισραηλ εις σηλω και επηξαν εκει την σκηνην του μαρτυριου και η γη εκρατηθη υπ' αυτων

18:2 και κατελειφθησαν οι υιοι ισραηλ οι ουκ εκληρονομησαν επτα φυλαι

18:3 και ειπεν ιησους τοις υιοις ισραηλ εως τινος εκλυθησεσθε κληρονομησαι την γην ην εδωκεν κυριος ο θεος ημων

18:4 δοτε εξ υμων τρεις ανδρας εκ φυλης και ανασταντες διελθετωσαν την γην και διαγραψατωσαν αυτην εναντιον μου καθα δεησει διελειν αυτην και ηλθοσαν προς αυτον

18:5 και διειλεν αυτοις επτα μεριδας ιουδας στησεται αυτοις οριον απο λιβος και οι υιοι ιωσηφ στησονται αυτοις απο βορρα

18:6 υμεις δε μερισατε την γην επτα μεριδας και ενεγκατε προς με ωδε και εξοισω υμιν κληρον εναντι κυριου του θεου ημων

18:7 ου γαρ εστιν μερις τοις υιοις λευι εν υμιν ιερατεια γαρ κυριου μερις αυτου και γαδ και ρουβην και το ημισυ φυλης μανασση ελαβοσαν την κληρονομιαν αυτων περαν του ιορδανου επ' ανατολας ην εδωκεν αυτοις μωυσης ο παις κυριου

18:8 και ανασταντες οι ανδρες επορευθησαν και ενετειλατο ιησους τοις ανδρασιν τοις πορευομενοις χωροβατησαι την γην λεγων πορευεσθε και χωροβατησατε την γην και παραγενηθητε προς με και ωδε εξοισω υμιν κληρον εναντι κυριου εν σηλω

18:9 και επορευθησαν και εχωροβατησαν την γην και ειδοσαν αυτην και εγραψαν αυτην κατα πολεις αυτης επτα μεριδας εις βιβλιον και ηνεγκαν προς ιησουν

18:10 και ενεβαλεν αυτοις ιησους κληρον εν σηλω εναντι κυριου

18:11 και εξηλθεν ο κληρος φυλης βενιαμιν πρωτος κατα δημους αυτων και εξηλθεν ορια του κληρου αυτων ανα μεσον ιουδα και ανα μεσον των υιων ιωσηφ

18:12 και εγενηθη αυτων τα ορια απο βορρα απο του ιορδανου προσαναβησεται τα ορια κατα νωτου ιεριχω απο βορρα και αναβησεται επι το ορος επι την θαλασσαν και εσται αυτου η διεξοδος η μαδβαριτις βαιθων

18:13 και διελευσεται εκειθεν τα ορια λουζα επι νωτου λουζα απο λιβος αυτη εστιν βαιθηλ και καταβησεται τα ορια μααταρωθορεχ επι την ορεινην η εστιν προς λιβα βαιθωρων η κατω

18:14 και διελευσεται τα ορια και περιελευσεται επι το μερος το βλεπον παρα θαλασσαν απο λιβος απο του ορους επι προσωπον βαιθωρων λιβα και εσται αυτου η διεξοδος εις καριαθβααλ αυτη εστιν καριαθιαριν πολις υιων ιουδα τουτο εστιν το μερος το προς θαλασσαν

18:15 και μερος το προς λιβα απο μερους καριαθβααλ και διελευσεται ορια εις γασιν επι πηγην υδατος ναφθω

18:16 και καταβησεται τα ορια επι μερους του ορους ο εστιν κατα προσωπον ναπης ονναμ ο εστιν εκ μερους εμεκραφαιν απο βορρα και καταβησεται γαιεννα επι νωτου ιεβουσαι απο λιβος και καταβησεται επι πηγην ρωγηλ

18:17 και διελευσεται επι πηγην βαιθσαμυς και παρελευσεται επι γαλιλωθ η εστιν απεναντι προς αναβασιν αιθαμιν και καταβησεται επι λιθον βαιων υιων ρουβην

18:18 και διελευσεται κατα νωτου βαιθαραβα απο βορρα και καταβησεται

18:19 επι τα ορια επι νωτου βαιθαγλα απο βορρα και εσται η διεξοδος των οριων επι λοφιαν της θαλασσης των αλων επι βορραν εις μερος του ιορδανου απο λιβος ταυτα τα ορια εστιν απο λιβος

18:20 και ο ιορδανης οριει απο μερους ανατολων αυτη η κληρονομια υιων βενιαμιν τα ορια αυτης κυκλω κατα δημους

18:21 και εγενηθησαν αι πολεις των υιων βενιαμιν κατα δημους αυτων ιεριχω και βαιθεγλιω και αμεκασις

18:22 και βαιθαβαρα και σαρα και βησανα

18:23 και αιιν και φαρα και εφραθα

18:24 και καραφα και κεφιρα και μονι και γαβαα πολεις δεκα δυο και αι κωμαι αυτων

18:25 γαβαων και ραμα και βεηρωθα

18:26 και μασσημα και μιρων και αμωκη

18:27 και φιρα και καφαν και νακαν και σεληκαν και θαρεηλα

18:28 και ιεβους αυτη εστιν ιερουσαλημ και πολεις και γαβαωθιαριμ πολεις τρεις και δεκα και αι κωμαι αυτων αυτη η κληρονομια υιων βενιαμιν κατα δημους αυτων

 

Created with FREE HTMLCompiler by BibleDatabase