HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 23

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

23:1 και εγενετο μεθ' ημερας πλειους μετα το καταπαυσαι κυριον τον ισραηλ απο παντων των εχθρων αυτων κυκλοθεν και ιησους πρεσβυτερος προβεβηκως ταις ημεραις

23:2 και συνεκαλεσεν ιησους παντας τους υιους ισραηλ και την γερουσιαν αυτων και τους αρχοντας αυτων και τους γραμματεις αυτων και τους δικαστας αυτων και ειπεν προς αυτους εγω γεγηρακα και προβεβηκα ταις ημεραις

23:3 υμεις δε εωρακατε οσα εποιησεν κυριος ο θεος υμων πασιν τοις εθνεσιν τουτοις απο προσωπου υμων οτι κυριος ο θεος υμων ο εκπολεμησας υμιν

23:4 ιδετε οτι επερριφα υμιν τα εθνη τα καταλελειμμενα υμιν ταυτα εν τοις κληροις εις τας φυλας υμων απο του ιορδανου παντα τα εθνη α εξωλεθρευσα και απο της θαλασσης της μεγαλης οριει επι δυσμας ηλιου

23:5 κυριος δε ο θεος υμων ουτος εξολεθρευσει αυτους απο προσωπου υμων εως αν απολωνται και αποστελει αυτοις τα θηρια τα αγρια εως αν εξολεθρευση αυτους και τους βασιλεις αυτων απο προσωπου υμων και κατακληρονομησατε την γην αυτων καθα ελαλησεν κυριος ο θεος υμων υμιν

23:6 κατισχυσατε ουν σφοδρα φυλασσειν και ποιειν παντα τα γεγραμμενα εν τω βιβλιω του νομου μωυση ινα μη εκκλινητε εις δεξιαν η ευωνυμα

23:7 οπως μη εισελθητε εις τα εθνη τα καταλελειμμενα ταυτα και τα ονοματα των θεων αυτων ουκ ονομασθησεται εν υμιν ουδε μη προσκυνησητε αυτοις ουδε μη λατρευσητε αυτοις

23:8 αλλα κυριω τω θεω υμων προσκολληθησεσθε καθαπερ εποιησατε εως της ημερας ταυτης

23:9 και εξωλεθρευσεν αυτους κυριος απο προσωπου υμων εθνη μεγαλα και ισχυρα και υμιν ουθεις αντεστη κατενωπιον υμων εως της ημερας ταυτης

23:10 εις υμων εδιωξεν χιλιους οτι κυριος ο θεος υμων εξεπολεμει υμιν καθαπερ ειπεν υμιν

23:11 και φυλαξασθε σφοδρα του αγαπαν κυριον τον θεον υμων

23:12 εαν γαρ αποστραφητε και προσθησθε τοις υπολειφθεισιν εθνεσιν τουτοις τοις μεθ' υμων και επιγαμιας ποιησητε προς αυτους και συγκαταμιγητε αυτοις και αυτοι υμιν

23:13 γινωσκετε οτι ου μη προσθη κυριος του εξολεθρευσαι τα εθνη ταυτα απο προσωπου υμων και εσονται υμιν εις παγιδας και εις σκανδαλα και εις ηλους εν ταις πτερναις υμων και εις βολιδας εν τοις οφθαλμοις υμων εως αν απολησθε απο της γης της αγαθης ταυτης ην εδωκεν υμιν κυριος ο θεος υμων

23:14 εγω δε αποτρεχω την οδον καθα και παντες οι επι της γης και γνωσεσθε τη καρδια υμων και τη ψυχη υμων διοτι ου διεπεσεν εις λογος απο παντων των λογων ων ειπεν κυριος ο θεος υμων προς παντα τα ανηκοντα υμιν ου διεφωνησεν εξ αυτων

23:15 και εσται ον τροπον ηκει εφ' υμας παντα τα ρηματα τα καλα α ελαλησεν κυριος προς υμας ουτως επαξει κυριος ο θεος εφ' υμας παντα τα ρηματα τα πονηρα εως αν εξολεθρευση υμας απο της γης της αγαθης ταυτης ης εδωκεν κυριος υμιν

23:16 εν τω παραβηναι υμας την διαθηκην κυριου του θεου υμων ην ενετειλατο υμιν και πορευθεντες λατρευσητε θεοις ετεροις και προσκυνησητε αυτοις

 

Created with FREE HTMLCompiler by BibleDatabase