HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Joshua 24

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

24:1 και συνηγαγεν ιησους πασας φυλας ισραηλ εις σηλω και συνεκαλεσεν τους πρεσβυτερους αυτων και τους γραμματεις αυτων και τους δικαστας αυτων και εστησεν αυτους απεναντι του θεου

24:2 και ειπεν ιησους προς παντα τον λαον ταδε λεγει κυριος ο θεος ισραηλ περαν του ποταμου κατωκησαν οι πατερες υμων το απ' αρχης θαρα ο πατηρ αβρααμ και ο πατηρ ναχωρ και ελατρευσαν θεοις ετεροις

24:3 και ελαβον τον πατερα υμων τον αβρααμ εκ του περαν του ποταμου και ωδηγησα αυτον εν παση τη γη και επληθυνα αυτου σπερμα και εδωκα αυτω τον ισαακ

24:4 και τω ισαακ τον ιακωβ και τον ησαυ και εδωκα τω ησαυ το ορος το σηιρ κληρονομησαι αυτω και ιακωβ και οι υιοι αυτου κατεβησαν εις αιγυπτον και εγενοντο εκει εις εθνος μεγα και πολυ και κραταιον

24:5 και εκακωσαν αυτους οι αιγυπτιοι και επαταξεν κυριος την αιγυπτον εν οις εποιησεν αυτοις και μετα ταυτα εξηγαγεν υμας

24:6 εξ αιγυπτου και εισηλθατε εις την θαλασσαν την ερυθραν και κατεδιωξαν οι αιγυπτιοι οπισω των πατερων υμων εν αρμασιν και εν ιπποις εις την θαλασσαν την ερυθραν

24:7 και ανεβοησαμεν προς κυριον και εδωκεν νεφελην και γνοφον ανα μεσον ημων και ανα μεσον των αιγυπτιων και επηγαγεν επ' αυτους την θαλασσαν και εκαλυψεν αυτους και ειδοσαν οι οφθαλμοι υμων οσα εποιησεν κυριος εν γη αιγυπτω και ητε εν τη ερημω ημερας πλειους

24:8 και ηγαγεν υμας εις γην αμορραιων των κατοικουντων περαν του ιορδανου και παρεταξαντο υμιν και παρεδωκεν αυτους κυριος εις τας χειρας υμων και κατεκληρονομησατε την γην αυτων και εξωλεθρευσατε αυτους απο προσωπου υμων

24:9 και ανεστη βαλακ ο του σεπφωρ βασιλευς μωαβ και παρεταξατο τω ισραηλ και αποστειλας εκαλεσεν τον βαλααμ αρασασθαι υμιν

24:10 και ουκ ηθελησεν κυριος ο θεος σου απολεσαι σε και ευλογιαν ευλογησεν υμας και εξειλατο υμας εκ χειρων αυτων και παρεδωκεν αυτους

24:11 και διεβητε τον ιορδανην και παρεγενηθητε εις ιεριχω και επολεμησαν προς υμας οι κατοικουντες ιεριχω ο αμορραιος και ο χαναναιος και ο φερεζαιος και ο ευαιος και ο ιεβουσαιος και ο χετταιος και ο γεργεσαιος και παρεδωκεν αυτους κυριος εις τας χειρας υμων

24:12 και εξαπεστειλεν προτεραν υμων την σφηκιαν και εξεβαλεν αυτους απο προσωπου υμων δωδεκα βασιλεις των αμορραιων ουκ εν τη ρομφαια σου ουδε εν τω τοξω σου

24:13 και εδωκεν υμιν γην εφ' ην ουκ εκοπιασατε επ' αυτης και πολεις ας ουκ ωκοδομησατε και κατωκισθητε εν αυταις και αμπελωνας και ελαιωνας ους ουκ εφυτευσατε υμεις εδεσθε

24:14 και νυν φοβηθητε κυριον και λατρευσατε αυτω εν ευθυτητι και εν δικαιοσυνη και περιελεσθε τους θεους τους αλλοτριους οις ελατρευσαν οι πατερες υμων εν τω περαν του ποταμου και εν αιγυπτω και λατρευετε κυριω

24:15 ει δε μη αρεσκει υμιν λατρευειν κυριω ελεσθε υμιν εαυτοις σημερον τινι λατρευσητε ειτε τοις θεοις των πατερων υμων τοις εν τω περαν του ποταμου ειτε τοις θεοις των αμορραιων εν οις υμεις κατοικειτε επι της γης αυτων εγω δε και η οικια μου λατρευσομεν κυριω οτι αγιος εστιν

24:16 και αποκριθεις ο λαος ειπεν μη γενοιτο ημιν καταλιπειν κυριον ωστε λατρευειν θεοις ετεροις

24:17 κυριος ο θεος ημων αυτος θεος εστιν αυτος ανηγαγεν ημας και τους πατερας ημων εξ αιγυπτου και διεφυλαξεν ημας εν παση τη οδω η επορευθημεν εν αυτη και εν πασιν τοις εθνεσιν ους παρηλθομεν δι' αυτων

24:18 και εξεβαλεν κυριος τον αμορραιον και παντα τα εθνη τα κατοικουντα την γην απο προσωπου ημων αλλα και ημεις λατρευσομεν κυριω ουτος γαρ θεος ημων εστιν

24:19 και ειπεν ιησους προς τον λαον ου μη δυνησθε λατρευειν κυριω οτι θεος αγιος εστιν και ζηλωσας ουτος ουκ ανησει υμων τα αμαρτηματα και τα ανομηματα υμων

24:20 ηνικα εαν εγκαταλιπητε κυριον και λατρευσητε θεοις ετεροις και επελθων κακωσει υμας και εξαναλωσει υμας ανθ' ων ευ εποιησεν υμας

24:21 και ειπεν ο λαος προς ιησουν ουχι αλλα κυριω λατρευσομεν

24:22 και ειπεν ιησους προς τον λαον μαρτυρες υμεις καθ' υμων οτι υμεις εξελεξασθε κυριον λατρευειν αυτω

24:23 και νυν περιελεσθε τους θεους τους αλλοτριους τους εν υμιν και ευθυνατε την καρδιαν υμων προς κυριον θεον ισραηλ

24:24 και ειπεν ο λαος προς ιησουν κυριω λατρευσομεν και της φωνης αυτου ακουσομεθα

24:25 και διεθετο ιησους διαθηκην προς τον λαον εν τη ημερα εκεινη και εδωκεν αυτω νομον και κρισιν εν σηλω ενωπιον της σκηνης του θεου ισραηλ

24:26 και εγραψεν τα ρηματα ταυτα εις βιβλιον νομον του θεου και ελαβεν λιθον μεγαν και εστησεν αυτον ιησους υπο την τερεμινθον απεναντι κυριου

24:27 και ειπεν ιησους προς τον λαον ιδου ο λιθος ουτος εσται εν υμιν εις μαρτυριον οτι αυτος ακηκοεν παντα τα λεχθεντα αυτω υπο κυριου ο τι ελαλησεν προς ημας σημερον και εσται ουτος εν υμιν εις μαρτυριον επ' εσχατων των ημερων ηνικα εαν ψευσησθε κυριω τω θεω μου

24:28 και απεστειλεν ιησους τον λαον και επορευθησαν εκαστος εις τον τοπον αυτου

24:29 και ελατρευσεν ισραηλ τω κυριω πασας τας ημερας ιησου και πασας τας ημερας των πρεσβυτερων οσοι εφειλκυσαν τον χρονον μετα ιησου και οσοι ειδοσαν παντα τα εργα κυριου οσα εποιησεν τω ισραηλ

24:30 και εγενετο μετ' εκεινα και απεθανεν ιησους υιος ναυη δουλος κυριου εκατον δεκα ετων

24:31 και εθαψαν αυτον προς τοις οριοις του κληρου αυτου εν θαμναθασαχαρα εν τω ορει τω εφραιμ απο βορρα του ορους γαας [31α] εκει εθηκαν μετ' αυτου εις το μνημα εις ο εθαψαν αυτον εκει τας μαχαιρας τας πετρινας εν αις περιετεμεν τους υιους ισραηλ εν γαλγαλοις οτε εξηγαγεν αυτους εξ αιγυπτου καθα συνεταξεν αυτοις κυριος και εκει εισιν εως της σημερον ημερας

24:32 και τα οστα ιωσηφ ανηγαγον οι υιοι ισραηλ εξ αιγυπτου και κατωρυξαν εν σικιμοις εν τη μεριδι του αγρου ου εκτησατο ιακωβ παρα των αμορραιων των κατοικουντων εν σικιμοις αμναδων εκατον και εδωκεν αυτην ιωσηφ εν μεριδι

24:33 και εγενετο μετα ταυτα και ελεαζαρ υιος ααρων ο αρχιερευς ετελευτησεν και εταφη εν γαβααθ φινεες του υιου αυτου ην εδωκεν αυτω εν τω ορει τω εφραιμ [33α] εν εκεινη τη ημερα λαβοντες οι υιοι ισραηλ την κιβωτον του θεου περιεφεροσαν εν εαυτοις και φινεες ιερατευσεν αντι ελεαζαρ του πατρος αυτου εως απεθανεν και κατωρυγη εν γαβααθ τη εαυτου [33β] οι δε υιοι ισραηλ απηλθοσαν εκαστος εις τον τοπον αυτων και εις την εαυτων πολιν και εσεβοντο οι υιοι ισραηλ την ασταρτην και ασταρωθ και τους θεους των εθνων των κυκλω αυτων και παρεδωκεν αυτους κυριος εις χειρας εγλωμ τω βασιλει μωαβ και εκυριευσεν αυτων ετη δεκα οκτω .

 

Created with FREE HTMLCompiler by BibleDatabase