HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Judges 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21]

5:1 και ησεν δεββωρα και βαρακ υιος αβινεεμ εν τη ημερα εκεινη και ειπεν

5:2 εν τω αρξασθαι αρχηγους εν ισραηλ εν προαιρεσει λαου ευλογειτε τον κυριον

5:3 ακουσατε βασιλεις ενωτιζεσθε σατραπαι δυνατοι εγω τω κυριω ασομαι ψαλω τω θεω ισραηλ

5:4 κυριε εν τη εξοδω σου εκ σηιρ εν τω απαιρειν σε εξ αγρου εδωμ γη εσεισθη και ο ουρανος εξεσταθη και αι νεφελαι εσταξαν υδωρ

5:5 ορη εσαλευθησαν απο προσωπου κυριου τουτο σινα απο προσωπου κυριου θεου ισραηλ

5:6 εν ημεραις σαμεγαρ υιου αναθ εν ημεραις ιαηλ εξελιπον βασιλεις και επορευθησαν τριβους επορευθησαν οδους διεστραμμενας

5:7 εξελιπεν φραζων εν τω ισραηλ εξελιπεν εως ου εξανεστη δεββωρα οτι ανεστη μητηρ εν τω ισραηλ

5:8 ηρετισαν θεους καινους ως αρτον κριθινον σκεπην εαν ιδω σιρομαστων εν τεσσαρακοντα χιλιασιν

5:9 η καρδια μου επι τα διατεταγμενα τω ισραηλ οι δυνασται του λαου ευλογειτε τον κυριον

5:10 επιβεβηκοτες επι υποζυγιων καθημενοι επι λαμπηνων

5:11 φθεγξασθε φωνην ανακρουομενων ανα μεσον ευφραινομενων εκει δωσουσιν δικαιοσυνην κυριω δικαιοι ενισχυσαν εν τω ισραηλ τοτε κατεβη εις τας πολεις αυτου ο λαος κυριου

5:12 εξεγειρου εξεγειρου δεββωρα εξεγειρον μυριαδας μετα λαου εξεγειρου εξεγειρου λαλει μετ' ωδης ενισχυων εξανιστασο βαρακ και ενισχυσον δεββωρα τον βαρακ αιχμαλωτιζε αιχμαλωσιαν σου υιος αβινεεμ

5:13 ποτε εμεγαλυνθη η ισχυς αυτου κυριε ταπεινωσον μοι τους ισχυροτερους μου

5:14 λαος εφραιμ ετιμωρησατο αυτους εν κοιλαδι αδελφου σου βενιαμιν εν λαοις σου εξ εμου μαχιρ κατεβησαν εξερευνωντες και εκ ζαβουλων κυριος επολεμει μοι εν δυνατοις εκειθεν εν σκηπτρω ενισχυοντος ηγησεως

5:15 εν ισσαχαρ μετα δεββωρας εξαπεστειλεν πεζους αυτου εις την κοιλαδα ινα τι συ κατοικεις εν μεσω χειλεων εξετεινεν εν τοις ποσιν αυτου εν διαιρεσεσιν ρουβην μεγαλοι ακριβασμοι καρδιας

5:16 ινα τι μοι καθησαι ανα μεσον των μοσφαθαιμ του εισακουειν συρισμους εξεγειροντων του διελθειν εις τα του ρουβην μεγαλοι εξιχνιασμοι καρδιας

5:17 γαλααδ εν τω περαν του ιορδανου κατεσκηνωσεν και δαν ινα τι παροικει πλοιοις ασηρ παρωκησεν παρ' αιγιαλον θαλασσων και επι τας διακοπας αυτου κατεσκηνωσεν

5:18 ζαβουλων λαος ονειδισας ψυχην αυτου εις θανατον και νεφθαλιμ επι υψη αγρου

5:19 ηλθον βασιλεις και παρεταξαντο τοτε επολεμησαν βασιλεις χανααν εν θενναχ επι υδατος μαγεδδω πλεονεξιαν αργυριου ουκ ελαβον

5:20 εκ του ουρανου επολεμησαν αστερες εκ της ταξεως αυτων επολεμησαν μετα σισαρα

5:21 χειμαρρους κισων εξεβαλεν αυτους χειμαρρους καδημιμ χειμαρρους κισων καταπατησει αυτους ψυχη μου δυνατη

5:22 τοτε απεκοπησαν πτερναι ιππου αμαδαρωθ δυνατων αυτου

5:23 καταρασασθε μαρωζ ειπεν ο αγγελος κυριου καταρασει καταρασασθε τους ενοικους αυτης οτι ουκ ηλθοσαν εις την βοηθειαν κυριου βοηθος ημων κυριος εν μαχηταις δυνατος

5:24 ευλογηθειη εκ γυναικων ιαηλ γυνη χαβερ του κιναιου εκ γυναικων εν σκηνη ευλογηθειη

5:25 υδωρ ητησεν αυτην και γαλα εδωκεν αυτω εν λακανη ισχυρων προσηγγισεν βουτυρον

5:26 την χειρα αυτης την αριστεραν εις πασσαλον εξετεινεν την δεξιαν αυτης εις αποτομας κατακοπων και απετεμεν σισαρα απετριψεν την κεφαλην αυτου και συνεθλασεν και διηλασεν την γναθον αυτου

5:27 ανα μεσον των ποδων αυτης συγκαμψας επεσεν εκοιμηθη μεταξυ ποδων αυτης εν ω εκαμψεν εκει επεσεν ταλαιπωρος

5:28 δια της θυριδος διεκυπτεν η μητηρ σισαρα δια της δικτυωτης επιβλεπουσα επι τους μεταστρεφοντας μετα σισαρα δια τι ησχατισεν το αρμα αυτου παραγενεσθαι δια τι εχρονισαν ιχνη αρματων αυτου

5:29 σοφαι αρχουσων αυτης ανταπεκριναντο προς αυτην και αυτη απεκρινατο εν ρημασιν αυτης

5:30 ουχι ευρησουσιν αυτον διαμεριζοντα σκυλα φιλιαζων φιλοις εις κεφαλην δυνατου σκυλα βαμματων σισαρα σκυλα βαμματων ποικιλιας βαφη ποικιλων περι τραχηλον αυτου σκυλον

5:31 ουτως απολοιντο παντες οι εχθροι σου κυριε και οι αγαπωντες αυτον καθως η ανατολη του ηλιου εν δυναστειαις αυτου και ησυχασεν η γη τεσσαρακοντα ετη

 

Created with FREE HTMLCompiler by BibleDatabase