HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ruth 1

[1] [2] [3] [4]

1:1 και εγενετο εν τω κρινειν τους κριτας και εγενετο λιμος εν τη γη και επορευθη ανηρ απο βαιθλεεμ της ιουδα του παροικησαι εν αγρω μωαβ αυτος και η γυνη αυτου και οι υιοι αυτου

1:2 και ονομα τω ανδρι αβιμελεχ και ονομα τη γυναικι αυτου νωεμιν και ονομα τοις δυσιν υιοις αυτου μααλων και χελαιων εφραθαιοι εκ βαιθλεεμ της ιουδα και ηλθοσαν εις αγρον μωαβ και ησαν εκει

1:3 και απεθανεν αβιμελεχ ο ανηρ της νωεμιν και κατελειφθη αυτη και οι δυο υιοι αυτης

1:4 και ελαβοσαν εαυτοις γυναικας μωαβιτιδας ονομα τη μια ορφα και ονομα τη δευτερα ρουθ και κατωκησαν εκει ως δεκα ετη

1:5 και απεθανον και γε αμφοτεροι μααλων και χελαιων και κατελειφθη η γυνη απο του ανδρος αυτης και απο των δυο υιων αυτης

1:6 και ανεστη αυτη και αι δυο νυμφαι αυτης και απεστρεψαν εξ αγρου μωαβ οτι ηκουσαν εν αγρω μωαβ οτι επεσκεπται κυριος τον λαον αυτου δουναι αυτοις αρτους

1:7 και εξηλθεν εκ του τοπου ου ην εκει και αι δυο νυμφαι αυτης μετ' αυτης και επορευοντο εν τη οδω του επιστρεψαι εις την γην ιουδα

1:8 και ειπεν νωεμιν ταις νυμφαις αυτης πορευεσθε δη αποστραφητε εκαστη εις οικον μητρος αυτης ποιησαι κυριος μεθ' υμων ελεος καθως εποιησατε μετα των τεθνηκοτων και μετ' εμου

1:9 δωη κυριος υμιν και ευροιτε αναπαυσιν εκαστη εν οικω ανδρος αυτης και κατεφιλησεν αυτας και επηραν την φωνην αυτων και εκλαυσαν

1:10 και ειπαν αυτη μετα σου επιστρεφομεν εις τον λαον σου

1:11 και ειπεν νωεμιν επιστραφητε δη θυγατερες μου και ινα τι πορευεσθε μετ' εμου μη ετι μοι υιοι εν τη κοιλια μου και εσονται υμιν εις ανδρας

1:12 επιστραφητε δη θυγατερες μου διοτι γεγηρακα του μη ειναι ανδρι οτι ειπα οτι εστιν μοι υποστασις του γενηθηναι με ανδρι και τεξομαι υιους

1:13 μη αυτους προσδεξεσθε εως ου αδρυνθωσιν η αυτοις κατασχεθησεσθε του μη γενεσθαι ανδρι μη δη θυγατερες μου οτι επικρανθη μοι υπερ υμας οτι εξηλθεν εν εμοι χειρ κυριου

1:14 και επηραν την φωνην αυτων και εκλαυσαν ετι και κατεφιλησεν ορφα την πενθεραν αυτης και επεστρεψεν εις τον λαον αυτης ρουθ δε ηκολουθησεν αυτη

1:15 και ειπεν νωεμιν προς ρουθ ιδου ανεστρεψεν η συννυμφος σου προς λαον αυτης και προς τους θεους αυτης επιστραφητι δη και συ οπισω της συννυμφου σου

1:16 ειπεν δε ρουθ μη απαντησαι εμοι του καταλιπειν σε η αποστρεψαι οπισθεν σου οτι συ οπου εαν πορευθης πορευσομαι και ου εαν αυλισθης αυλισθησομαι ο λαος σου λαος μου και ο θεος σου θεος μου

1:17 και ου εαν αποθανης αποθανουμαι κακει ταφησομαι ταδε ποιησαι μοι κυριος και ταδε προσθειη οτι θανατος διαστελει ανα μεσον εμου και σου

1:18 ιδουσα δε νωεμιν οτι κραταιουται αυτη του πορευεσθαι μετ' αυτης εκοπασεν του λαλησαι προς αυτην ετι

1:19 επορευθησαν δε αμφοτεραι εως του παραγενεσθαι αυτας εις βαιθλεεμ και ηχησεν πασα η πολις επ' αυταις και ειπον αυτη εστιν νωεμιν

1:20 και ειπεν προς αυτας μη δη καλειτε με νωεμιν καλεσατε με πικραν οτι επικρανθη εν εμοι ο ικανος σφοδρα

1:21 εγω πληρης επορευθην και κενην απεστρεψεν με ο κυριος και ινα τι καλειτε με νωεμιν και κυριος εταπεινωσεν με και ο ικανος εκακωσεν με

1:22 και επεστρεψεν νωεμιν και ρουθ η μωαβιτις η νυμφη αυτης επιστρεφουσα εξ αγρου μωαβ αυται δε παρεγενηθησαν εις βαιθλεεμ εν αρχη θερισμου κριθων

 

Created with FREE HTMLCompiler by BibleDatabase