HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ruth 2

[1] [2] [3] [4]

2:1 και τη νωεμιν ανηρ γνωριμος τω ανδρι αυτης ο δε ανηρ δυνατος ισχυι εκ της συγγενειας αβιμελεχ και ονομα αυτω βοος

2:2 και ειπεν ρουθ η μωαβιτις προς νωεμιν πορευθω δη εις αγρον και συναξω εν τοις σταχυσιν κατοπισθεν ου εαν ευρω χαριν εν οφθαλμοις αυτου ειπεν δε αυτη πορευου θυγατερ

2:3 και επορευθη και συνελεξεν εν τω αγρω κατοπισθεν των θεριζοντων και περιεπεσεν περιπτωματι τη μεριδι του αγρου βοος του εκ συγγενειας αβιμελεχ

2:4 και ιδου βοος ηλθεν εκ βαιθλεεμ και ειπεν τοις θεριζουσιν κυριος μεθ' υμων και ειπον αυτω ευλογησαι σε κυριος

2:5 και ειπεν βοος τω παιδαριω αυτου τω εφεστωτι επι τους θεριζοντας τινος η νεανις αυτη

2:6 και απεκριθη το παιδαριον το εφεστος επι τους θεριζοντας και ειπεν η παις η μωαβιτις εστιν η αποστραφεισα μετα νωεμιν εξ αγρου μωαβ

2:7 και ειπεν συλλεξω δη και συναξω εν τοις δραγμασιν οπισθεν των θεριζοντων και ηλθεν και εστη απο πρωιθεν και εως εσπερας ου κατεπαυσεν εν τω αγρω μικρον

2:8 και ειπεν βοος προς ρουθ ουκ ηκουσας θυγατερ μη πορευθης εν αγρω συλλεξαι ετερω και συ ου πορευση εντευθεν ωδε κολληθητι μετα των κορασιων μου

2:9 οι οφθαλμοι σου εις τον αγρον ου εαν θεριζωσιν και πορευση κατοπισθεν αυτων ιδου ενετειλαμην τοις παιδαριοις του μη αψασθαι σου και ο τι διψησεις και πορευθηση εις τα σκευη και πιεσαι οθεν αν υδρευωνται τα παιδαρια

2:10 και επεσεν επι προσωπον αυτης και προσεκυνησεν επι την γην και ειπεν προς αυτον τι οτι ευρον χαριν εν οφθαλμοις σου του επιγνωναι με και εγω ειμι ξενη

2:11 και απεκριθη βοος και ειπεν αυτη απαγγελια απηγγελη μοι οσα πεποιηκας μετα της πενθερας σου μετα το αποθανειν τον ανδρα σου και πως κατελιπες τον πατερα σου και την μητερα σου και την γην γενεσεως σου και επορευθης προς λαον ον ουκ ηδεις εχθες και τριτης

2:12 αποτεισαι κυριος την εργασιαν σου και γενοιτο ο μισθος σου πληρης παρα κυριου θεου ισραηλ προς ον ηλθες πεποιθεναι υπο τας πτερυγας αυτου

2:13 η δε ειπεν ευροιμι χαριν εν οφθαλμοις σου κυριε οτι παρεκαλεσας με και οτι ελαλησας επι καρδιαν της δουλης σου και ιδου εγω εσομαι ως μια των παιδισκων σου

2:14 και ειπεν αυτη βοος ηδη ωρα του φαγειν προσελθε ωδε και φαγεσαι των αρτων και βαψεις τον ψωμον σου εν τω οξει και εκαθισεν ρουθ εκ πλαγιων των θεριζοντων και εβουνισεν αυτη βοος αλφιτον και εφαγεν και ενεπλησθη και κατελιπεν

2:15 και ανεστη του συλλεγειν και ενετειλατο βοος τοις παιδαριοις αυτου λεγων και γε ανα μεσον των δραγματων συλλεγετω και μη καταισχυνητε αυτην

2:16 και βασταζοντες βασταξατε αυτη και γε παραβαλλοντες παραβαλειτε αυτη εκ των βεβουνισμενων και αφετε και συλλεξει και ουκ επιτιμησετε αυτη

2:17 και συνελεξεν εν τω αγρω εως εσπερας και ερραβδισεν α συνελεξεν και εγενηθη ως οιφι κριθων

2:18 και ηρεν και εισηλθεν εις την πολιν και ειδεν η πενθερα αυτης α συνελεξεν και εξενεγκασα ρουθ εδωκεν αυτη α κατελιπεν εξ ων ενεπλησθη

2:19 και ειπεν αυτη η πενθερα αυτης που συνελεξας σημερον και που εποιησας ειη ο επιγνους σε ευλογημενος και απηγγειλεν ρουθ τη πενθερα αυτης που εποιησεν και ειπεν το ονομα του ανδρος μεθ' ου εποιησα σημερον βοος

2:20 και ειπεν νωεμιν τη νυμφη αυτης ευλογητος εστιν τω κυριω οτι ουκ εγκατελιπεν το ελεος αυτου μετα των ζωντων και μετα των τεθνηκοτων και ειπεν αυτη νωεμιν εγγιζει ημιν ο ανηρ εκ των αγχιστευοντων ημας εστιν

2:21 και ειπεν ρουθ προς την πενθεραν αυτης και γε οτι ειπεν προς με μετα των παιδαριων μου προσκολληθητι εως αν τελεσωσιν ολον τον αμητον ος υπαρχει μοι

2:22 και ειπεν νωεμιν προς ρουθ την νυμφην αυτης αγαθον θυγατερ οτι επορευθης μετα των κορασιων αυτου και ουκ απαντησονται σοι εν αγρω ετερω

2:23 και προσεκολληθη ρουθ τοις κορασιοις βοος συλλεγειν εως ου συνετελεσεν τον θερισμον των κριθων και των πυρων και εκαθισεν μετα της πενθερας αυτης

 

Created with FREE HTMLCompiler by BibleDatabase