HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

Ruth 3

[1] [2] [3] [4]

3:1 ειπεν δε αυτη νωεμιν η πενθερα αυτης θυγατερ ου μη ζητησω σοι αναπαυσιν ινα ευ γενηται σοι

3:2 και νυν ουχι βοος γνωριμος ημων ου ης μετα των κορασιων αυτου ιδου αυτος λικμα τον αλωνα των κριθων ταυτη τη νυκτι

3:3 συ δε λουση και αλειψη και περιθησεις τον ιματισμον σου επι σεαυτη και αναβηση επι τον αλω μη γνωρισθης τω ανδρι εως ου συντελεσαι αυτον πιειν και φαγειν

3:4 και εσται εν τω κοιμηθηναι αυτον και γνωση τον τοπον οπου κοιμαται εκει και ελευση και αποκαλυψεις τα προς ποδων αυτου και κοιμηθηση και αυτος απαγγελει σοι α ποιησεις

3:5 ειπεν δε ρουθ προς αυτην παντα οσα εαν ειπης ποιησω

3:6 και κατεβη εις τον αλω και εποιησεν κατα παντα οσα ενετειλατο αυτη η πενθερα αυτης

3:7 και εφαγεν βοος και ηγαθυνθη η καρδια αυτου και ηλθεν κοιμηθηναι εν μεριδι της στοιβης η δε ηλθεν κρυφη και απεκαλυψεν τα προς ποδων αυτου

3:8 εγενετο δε εν τω μεσονυκτιω και εξεστη ο ανηρ και εταραχθη και ιδου γυνη κοιμαται προς ποδων αυτου

3:9 ειπεν δε τις ει συ η δε ειπεν εγω ειμι ρουθ η δουλη σου και περιβαλεις το πτερυγιον σου επι την δουλην σου οτι αγχιστευς ει συ

3:10 και ειπεν βοος ευλογημενη συ τω κυριω θεω θυγατερ οτι ηγαθυνας το ελεος σου το εσχατον υπερ το πρωτον το μη πορευθηναι σε οπισω νεανιων ειτοι πτωχος ειτοι πλουσιος

3:11 και νυν θυγατερ μη φοβου παντα οσα εαν ειπης ποιησω σοι οιδεν γαρ πασα φυλη λαου μου οτι γυνη δυναμεως ει συ

3:12 και οτι αληθως αγχιστευς εγω ειμι και γε εστιν αγχιστευς εγγιων υπερ εμε

3:13 αυλισθητι την νυκτα και εσται το πρωι εαν αγχιστευση σε αγαθον αγχιστευετω εαν δε μη βουληται αγχιστευσαι σε αγχιστευσω σε εγω ζη κυριος κοιμηθητι εως πρωι

3:14 και εκοιμηθη προς ποδων αυτου εως πρωι η δε ανεστη προ του επιγνωναι ανδρα τον πλησιον αυτου και ειπεν βοος μη γνωσθητω οτι ηλθεν γυνη εις τον αλωνα

3:15 και ειπεν αυτη φερε το περιζωμα το επανω σου και εκρατησεν αυτο και εμετρησεν εξ κριθων και επεθηκεν επ' αυτην και εισηλθεν εις την πολιν

3:16 και ρουθ εισηλθεν προς την πενθεραν αυτης η δε ειπεν τις ει θυγατερ και ειπεν αυτη παντα οσα εποιησεν αυτη ο ανηρ

3:17 και ειπεν αυτη τα εξ των κριθων ταυτα εδωκεν μοι οτι ειπεν προς με μη εισελθης κενη προς την πενθεραν σου

3:18 η δε ειπεν καθου θυγατερ εως του επιγνωναι σε πως ου πεσειται ρημα ου γαρ μη ησυχαση ο ανηρ εως αν τελεση το ρημα σημερον

 

Created with FREE HTMLCompiler by BibleDatabase