HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

2:1 και ειπεν εστερεωθη η καρδια μου εν κυριω υψωθη κερας μου εν θεω μου επλατυνθη επι εχθρους το στομα μου ευφρανθην εν σωτηρια σου

2:2 οτι ουκ εστιν αγιος ως κυριος και ουκ εστιν δικαιος ως ο θεος ημων ουκ εστιν αγιος πλην σου

2:3 μη καυχασθε και μη λαλειτε υψηλα μη εξελθατω μεγαλορρημοσυνη εκ του στοματος υμων οτι θεος γνωσεων κυριος και θεος ετοιμαζων επιτηδευματα αυτου

2:4 τοξον δυνατων ησθενησεν και ασθενουντες περιεζωσαντο δυναμιν

2:5 πληρεις αρτων ηλαττωθησαν και οι πεινωντες παρηκαν γην οτι στειρα ετεκεν επτα και η πολλη εν τεκνοις ησθενησεν

2:6 κυριος θανατοι και ζωογονει καταγει εις αδου και αναγει

2:7 κυριος πτωχιζει και πλουτιζει ταπεινοι και ανυψοι

2:8 ανιστα απο γης πενητα και απο κοπριας εγειρει πτωχον καθισαι μετα δυναστων λαων και θρονον δοξης κατακληρονομων αυτοις

2:9 διδους ευχην τω ευχομενω και ευλογησεν ετη δικαιου οτι ουκ εν ισχυι δυνατος ανηρ

2:10 κυριος ασθενη ποιησει αντιδικον αυτου κυριος αγιος μη καυχασθω ο φρονιμος εν τη φρονησει αυτου και μη καυχασθω ο δυνατος εν τη δυναμει αυτου και μη καυχασθω ο πλουσιος εν τω πλουτω αυτου αλλ' η εν τουτω καυχασθω ο καυχωμενος συνιειν και γινωσκειν τον κυριον και ποιειν κριμα και δικαιοσυνην εν μεσω της γης κυριος ανεβη εις ουρανους και εβροντησεν αυτος κρινει ακρα γης και διδωσιν ισχυν τοις βασιλευσιν ημων και υψωσει κερας χριστου αυτου

2:11 και κατελιπον αυτον εκει ενωπιον κυριου και απηλθον εις αρμαθαιμ και το παιδαριον ην λειτουργων τω προσωπω κυριου ενωπιον ηλι του ιερεως

2:12 και οι υιοι ηλι του ιερεως υιοι λοιμοι ουκ ειδοτες τον κυριον

2:13 και το δικαιωμα του ιερεως παρα του λαου παντος του θυοντος και ηρχετο το παιδαριον του ιερεως ως αν ηψηθη το κρεας και κρεαγρα τριοδους εν τη χειρι αυτου

2:14 και επαταξεν αυτην εις τον λεβητα τον μεγαν η εις το χαλκιον η εις την κυθραν παν ο εαν ανεβη εν τη κρεαγρα ελαμβανεν εαυτω ο ιερευς κατα ταδε εποιουν παντι ισραηλ τοις ερχομενοις θυσαι κυριω εν σηλωμ

2:15 και πριν θυμιαθηναι το στεαρ ηρχετο το παιδαριον του ιερεως και ελεγεν τω ανδρι τω θυοντι δος κρεας οπτησαι τω ιερει και ου μη λαβω παρα σου εφθον εκ του λεβητος

2:16 και ελεγεν ο ανηρ ο θυων θυμιαθητω πρωτον ως καθηκει το στεαρ και λαβε σεαυτω εκ παντων ων επιθυμει η ψυχη σου και ειπεν ουχι οτι νυν δωσεις και εαν μη λημψομαι κραταιως

2:17 και ην η αμαρτια των παιδαριων ενωπιον κυριου μεγαλη σφοδρα οτι ηθετουν την θυσιαν κυριου

2:18 και σαμουηλ ην λειτουργων ενωπιον κυριου παιδαριον περιεζωσμενον εφουδ βαρ

2:19 και διπλοιδα μικραν εποιησεν αυτω η μητηρ αυτου και ανεφερεν αυτω εξ ημερων εις ημερας εν τω αναβαινειν αυτην μετα του ανδρος αυτης θυσαι την θυσιαν των ημερων

2:20 και ευλογησεν ηλι τον ελκανα και την γυναικα αυτου λεγων αποτεισαι σοι κυριος σπερμα εκ της γυναικος ταυτης αντι του χρεους ου εχρησας τω κυριω και απηλθεν ο ανθρωπος εις τον τοπον αυτου

2:21 και επεσκεψατο κυριος την ανναν και ετεκεν ετι τρεις υιους και δυο θυγατερας και εμεγαλυνθη το παιδαριον σαμουηλ ενωπιον κυριου

2:22 και ηλι πρεσβυτης σφοδρα και ηκουσεν α εποιουν οι υιοι αυτου τοις υιοις ισραηλ

2:23 και ειπεν αυτοις ινα τι ποιειτε κατα το ρημα τουτο ο εγω ακουω εκ στοματος παντος του λαου κυριου

2:24 μη τεκνα οτι ουκ αγαθη η ακοη ην εγω ακουω μη ποιειτε ουτως οτι ουκ αγαθαι αι ακοαι ας εγω ακουω του μη δουλευειν λαον θεω

2:25 εαν αμαρτανων αμαρτη ανηρ εις ανδρα και προσευξονται υπερ αυτου προς κυριον και εαν τω κυριω αμαρτη τις προσευξεται υπερ αυτου και ουκ ηκουον της φωνης του πατρος αυτων οτι βουλομενος εβουλετο κυριος διαφθειραι αυτους

2:26 και το παιδαριον σαμουηλ επορευετο και εμεγαλυνετο και αγαθον και μετα κυριου και μετα ανθρωπων

2:27 και ηλθεν ανθρωπος θεου προς ηλι και ειπεν ταδε λεγει κυριος αποκαλυφθεις απεκαλυφθην προς οικον πατρος σου οντων αυτων εν γη αιγυπτω δουλων τω οικω φαραω

2:28 και εξελεξαμην τον οικον του πατρος σου εκ παντων των σκηπτρων ισραηλ εμοι ιερατευειν και αναβαινειν επι θυσιαστηριον μου και θυμιαν θυμιαμα και αιρειν εφουδ και εδωκα τω οικω του πατρος σου τα παντα του πυρος υιων ισραηλ εις βρωσιν

2:29 και ινα τι επεβλεψας επι το θυμιαμα μου και εις την θυσιαν μου αναιδει οφθαλμω και εδοξασας τους υιους σου υπερ εμε ενευλογεισθαι απαρχης πασης θυσιας ισραηλ εμπροσθεν μου

2:30 δια τουτο ταδε ειπεν κυριος ο θεος ισραηλ ειπα ο οικος σου και ο οικος του πατρος σου διελευσεται ενωπιον μου εως αιωνος και νυν φησιν κυριος μηδαμως εμοι οτι αλλ' η τους δοξαζοντας με δοξασω και ο εξουθενων με ατιμωθησεται

2:31 ιδου ημεραι ερχονται και εξολεθρευσω το σπερμα σου και το σπερμα οικου πατρος σου

2:32 και ουκ εσται σου πρεσβυτης εν οικω μου πασας τας ημερας

2:33 και ανδρα ουκ εξολεθρευσω σοι απο του θυσιαστηριου μου εκλιπειν τους οφθαλμους αυτου και καταρρειν την ψυχην αυτου και πας περισσευων οικου σου πεσουνται εν ρομφαια ανδρων

2:34 και τουτο σοι το σημειον ο ηξει επι τους δυο υιους σου τουτους οφνι και φινεες εν ημερα μια αποθανουνται αμφοτεροι

2:35 και αναστησω εμαυτω ιερεα πιστον ος παντα τα εν τη καρδια μου και τα εν τη ψυχη μου ποιησει και οικοδομησω αυτω οικον πιστον και διελευσεται ενωπιον χριστου μου πασας τας ημερας

2:36 και εσται ο περισσευων εν οικω σου ηξει προσκυνειν αυτω οβολου αργυριου λεγων παραρριψον με επι μιαν των ιερατειων σου φαγειν αρτον

 

Created with FREE HTMLCompiler by BibleDatabase