HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

3:1 και το παιδαριον σαμουηλ ην λειτουργων τω κυριω ενωπιον ηλι του ιερεως και ρημα κυριου ην τιμιον εν ταις ημεραις εκειναις ουκ ην ορασις διαστελλουσα

3:2 και εγενετο εν τη ημερα εκεινη και ηλι εκαθευδεν εν τω τοπω αυτου και οι οφθαλμοι αυτου ηρξαντο βαρυνεσθαι και ουκ ηδυνατο βλεπειν

3:3 και ο λυχνος του θεου πριν επισκευασθηναι και σαμουηλ εκαθευδεν εν τω ναω ου η κιβωτος του θεου

3:4 και εκαλεσεν κυριος σαμουηλ σαμουηλ και ειπεν ιδου εγω

3:5 και εδραμεν προς ηλι και ειπεν ιδου εγω οτι κεκληκας με και ειπεν ου κεκληκα σε αναστρεφε καθευδε και ανεστρεψεν και εκαθευδεν

3:6 και προσεθετο κυριος και εκαλεσεν σαμουηλ σαμουηλ και επορευθη προς ηλι το δευτερον και ειπεν ιδου εγω οτι κεκληκας με και ειπεν ου κεκληκα σε αναστρεφε καθευδε

3:7 και σαμουηλ πριν η γνωναι θεον και αποκαλυφθηναι αυτω ρημα κυριου

3:8 και προσεθετο κυριος καλεσαι σαμουηλ εν τριτω και ανεστη και επορευθη προς ηλι και ειπεν ιδου εγω οτι κεκληκας με και εσοφισατο ηλι οτι κυριος κεκληκεν το παιδαριον

3:9 και ειπεν αναστρεφε καθευδε τεκνον και εσται εαν καλεση σε και ερεις λαλει κυριε οτι ακουει ο δουλος σου και επορευθη σαμουηλ και εκοιμηθη εν τω τοπω αυτου

3:10 και ηλθεν κυριος και κατεστη και εκαλεσεν αυτον ως απαξ και απαξ και ειπεν σαμουηλ λαλει οτι ακουει ο δουλος σου

3:11 και ειπεν κυριος προς σαμουηλ ιδου εγω ποιω τα ρηματα μου εν ισραηλ ωστε παντος ακουοντος αυτα ηχησει αμφοτερα τα ωτα αυτου

3:12 εν τη ημερα εκεινη επεγερω επι ηλι παντα οσα ελαλησα εις τον οικον αυτου αρξομαι και επιτελεσω

3:13 και ανηγγελκα αυτω οτι εκδικω εγω τον οικον αυτου εως αιωνος εν αδικιαις υιων αυτου οτι κακολογουντες θεον υιοι αυτου και ουκ ενουθετει αυτους και ουδ' ουτως

3:14 ωμοσα τω οικω ηλι ει εξιλασθησεται αδικια οικου ηλι εν θυμιαματι και εν θυσιαις εως αιωνος

3:15 και κοιμαται σαμουηλ εως πρωι και ωρθρισεν το πρωι και ηνοιξεν τας θυρας οικου κυριου και σαμουηλ εφοβηθη απαγγειλαι την ορασιν τω ηλι

3:16 και ειπεν ηλι προς σαμουηλ σαμουηλ τεκνον και ειπεν ιδου εγω

3:17 και ειπεν τι το ρημα το λαληθεν προς σε μη δη κρυψης απ' εμου ταδε ποιησαι σοι ο θεος και ταδε προσθειη εαν κρυψης απ' εμου ρημα εκ παντων των λογων των λαληθεντων σοι εν τοις ωσιν σου

3:18 και απηγγειλεν σαμουηλ παντας τους λογους και ουκ εκρυψεν απ' αυτου και ειπεν ηλι κυριος αυτος το αγαθον ενωπιον αυτου ποιησει

3:19 και εμεγαλυνθη σαμουηλ και ην κυριος μετ' αυτου και ουκ επεσεν απο παντων των λογων αυτου επι την γην

3:20 και εγνωσαν πας ισραηλ απο δαν και εως βηρσαβεε οτι πιστος σαμουηλ εις προφητην τω κυριω

3:21 και προσεθετο κυριος δηλωθηναι εν σηλωμ οτι απεκαλυφθη κυριος προς σαμουηλ και επιστευθη σαμουηλ προφητης γενεσθαι τω κυριω εις παντα ισραηλ απ' ακρων της γης και εως ακρων και ηλι πρεσβυτης σφοδρα και οι υιοι αυτου πορευομενοι επορευοντο και πονηρα η οδος αυτων ενωπιον κυριου

 

Created with FREE HTMLCompiler by BibleDatabase