HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 5

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

5:1 και αλλοφυλοι ελαβον την κιβωτον του θεου και εισηνεγκαν αυτην εξ αβεννεζερ εις αζωτον

5:2 και ελαβον αλλοφυλοι την κιβωτον κυριου και εισηνεγκαν αυτην εις οικον δαγων και παρεστησαν αυτην παρα δαγων

5:3 και ωρθρισαν οι αζωτιοι και εισηλθον εις οικον δαγων και ειδον και ιδου δαγων πεπτωκως επι προσωπον αυτου ενωπιον κιβωτου του θεου και ηγειραν τον δαγων και κατεστησαν εις τον τοπον αυτου και εβαρυνθη χειρ κυριου επι τους αζωτιους και εβασανισεν αυτους και επαταξεν αυτους εις τας εδρας αυτων την αζωτον και τα ορια αυτης

5:4 και εγενετο οτε ωρθρισαν το πρωι και ιδου δαγων πεπτωκως επι προσωπον αυτου ενωπιον κιβωτου διαθηκης κυριου και η κεφαλη δαγων και αμφοτερα τα ιχνη χειρων αυτου αφηρημενα επι τα εμπροσθια αμαφεθ εκαστον και αμφοτεροι οι καρποι των χειρων αυτου πεπτωκοτες επι το προθυρον πλην η ραχις δαγων υπελειφθη

5:5 δια τουτο ουκ επιβαινουσιν οι ιερεις δαγων και πας ο εισπορευομενος εις οικον δαγων επι βαθμον οικου δαγων εν αζωτω εως της ημερας ταυτης οτι υπερβαινοντες υπερβαινουσιν

5:6 και εβαρυνθη χειρ κυριου επι αζωτον και επηγαγεν αυτοις και εξεζεσεν αυτοις εις τας ναυς και μεσον της χωρας αυτης ανεφυησαν μυες και εγενετο συγχυσις θανατου μεγαλη εν τη πολει

5:7 και ειδον οι ανδρες αζωτου οτι ουτως και λεγουσιν οτι ου καθησεται κιβωτος του θεου ισραηλ μεθ' ημων οτι σκληρα χειρ αυτου εφ' ημας και επι δαγων θεον ημων

5:8 και αποστελλουσιν και συναγουσιν τους σατραπας των αλλοφυλων προς αυτους και λεγουσιν τι ποιησωμεν κιβωτω θεου ισραηλ και λεγουσιν οι γεθθαιοι μετελθετω κιβωτος του θεου προς ημας και μετηλθεν κιβωτος του θεου εις γεθθα

5:9 και εγενηθη μετα το μετελθειν αυτην και γινεται χειρ κυριου εν τη πολει ταραχος μεγας σφοδρα και επαταξεν τους ανδρας της πολεως απο μικρου εως μεγαλου και επαταξεν αυτους εις τας εδρας αυτων και εποιησαν εαυτοις οι γεθθαιοι εδρας

5:10 και εξαποστελλουσιν την κιβωτον του θεου εις ασκαλωνα και εγενηθη ως εισηλθεν κιβωτος θεου εις ασκαλωνα και εβοησαν οι ασκαλωνιται λεγοντες τι απεστρεψατε προς ημας την κιβωτον του θεου ισραηλ θανατωσαι ημας και τον λαον ημων

5:11 και εξαποστελλουσιν και συναγουσιν τους σατραπας των αλλοφυλων και ειπον εξαποστειλατε την κιβωτον του θεου ισραηλ και καθισατω εις τον τοπον αυτης και ου μη θανατωση ημας και τον λαον ημων οτι εγενηθη συγχυσις θανατου εν ολη τη πολει βαρεια σφοδρα ως εισηλθεν κιβωτος θεου ισραηλ εκει

5:12 και οι ζωντες και ουκ αποθανοντες επληγησαν εις τας εδρας και ανεβη η κραυγη της πολεως εις τον ουρανον

 

Created with FREE HTMLCompiler by BibleDatabase