HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 6

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

6:1 και ην η κιβωτος εν αγρω των αλλοφυλων επτα μηνας και εξεζεσεν η γη αυτων μυας

6:2 και καλουσιν αλλοφυλοι τους ιερεις και τους μαντεις και τους επαοιδους αυτων λεγοντες τι ποιησωμεν τη κιβωτω κυριου γνωρισατε ημιν εν τινι αποστελουμεν αυτην εις τον τοπον αυτης

6:3 και ειπαν ει εξαπεστελλετε υμεις την κιβωτον διαθηκης κυριου θεου ισραηλ μη δη εξαποστειλητε αυτην κενην αλλα αποδιδοντες αποδοτε αυτη της βασανου και τοτε ιαθησεσθε και εξιλασθησεται υμιν μη ουκ αποστη η χειρ αυτου αφ' υμων

6:4 και λεγουσιν τι το της βασανου αποδωσομεν αυτη και ειπαν κατ' αριθμον των σατραπων των αλλοφυλων πεντε εδρας χρυσας οτι πταισμα εν υμιν και τοις αρχουσιν υμων και τω λαω

6:5 και μυς χρυσους ομοιωμα των μυων υμων των διαφθειροντων την γην και δωσετε τω κυριω δοξαν οπως κουφιση την χειρα αυτου αφ' υμων και απο των θεων υμων και απο της γης υμων

6:6 και ινα τι βαρυνετε τας καρδιας υμων ως εβαρυνεν αιγυπτος και φαραω την καρδιαν αυτων ουχι οτε ενεπαιξεν αυτοις εξαπεστειλαν αυτους και απηλθον

6:7 και νυν λαβετε και ποιησατε αμαξαν καινην και δυο βοας πρωτοτοκουσας ανευ των τεκνων και ζευξατε τας βοας εν τη αμαξη και απαγαγετε τα τεκνα απο οπισθεν αυτων εις οικον

6:8 και λημψεσθε την κιβωτον και θησετε αυτην επι την αμαξαν και τα σκευη τα χρυσα αποδωσετε αυτη της βασανου και θησετε εν θεματι βερσεχθαν εκ μερους αυτης και εξαποστελειτε αυτην και απελασατε αυτην και απελευσεται

6:9 και οψεσθε ει εις οδον οριων αυτης πορευσεται κατα βαιθσαμυς αυτος πεποιηκεν ημιν την κακιαν ταυτην την μεγαλην και εαν μη και γνωσομεθα οτι ου χειρ αυτου ηπται ημων αλλα συμπτωμα τουτο γεγονεν ημιν

6:10 και εποιησαν οι αλλοφυλοι ουτως και ελαβον δυο βοας πρωτοτοκουσας και εζευξαν αυτας εν τη αμαξη και τα τεκνα αυτων απεκωλυσαν εις οικον

6:11 και εθεντο την κιβωτον επι την αμαξαν και το θεμα εργαβ και τους μυς τους χρυσους

6:12 και κατευθυναν αι βοες εν τη οδω εις οδον βαιθσαμυς εν τριβω ενι επορευοντο και εκοπιων και ου μεθισταντο δεξια ουδε αριστερα και οι σατραπαι των αλλοφυλων επορευοντο οπισω αυτης εως οριων βαιθσαμυς

6:13 και οι εν βαιθσαμυς εθεριζον θερισμον πυρων εν κοιλαδι και ηραν οφθαλμους αυτων και ειδον κιβωτον κυριου και ηυφρανθησαν εις απαντησιν αυτης

6:14 και η αμαξα εισηλθεν εις αγρον ωσηε τον εν βαιθσαμυς και εστησαν εκει παρ' αυτη λιθον μεγαν και σχιζουσιν τα ξυλα της αμαξης και τας βοας ανηνεγκαν εις ολοκαυτωσιν τω κυριω

6:15 και οι λευιται ανηνεγκαν την κιβωτον του κυριου και το θεμα εργαβ μετ' αυτης και τα επ' αυτης σκευη τα χρυσα και εθεντο επι του λιθου του μεγαλου και οι ανδρες βαιθσαμυς ανηνεγκαν ολοκαυτωσεις και θυσιας εν τη ημερα εκεινη τω κυριω

6:16 και οι πεντε σατραπαι των αλλοφυλων εωρων και ανεστρεψαν εις ασκαλωνα τη ημερα εκεινη

6:17 και αυται αι εδραι αι χρυσαι ας απεδωκαν οι αλλοφυλοι της βασανου τω κυριω της αζωτου μιαν της γαζης μιαν της ασκαλωνος μιαν της γεθ μιαν της ακκαρων μιαν

6:18 και μυς οι χρυσοι κατ' αριθμον πασων πολεων των αλλοφυλων των πεντε σατραπων εκ πολεως εστερεωμενης και εως κωμης του φερεζαιου και εως λιθου του μεγαλου ου επεθηκαν επ' αυτου την κιβωτον διαθηκης κυριου του εν αγρω ωσηε του βαιθσαμυσιτου

6:19 και ουκ ησμενισαν οι υιοι ιεχονιου εν τοις ανδρασιν βαιθσαμυς οτι ειδαν κιβωτον κυριου και επαταξεν εν αυτοις εβδομηκοντα ανδρας και πεντηκοντα χιλιαδας ανδρων και επενθησεν ο λαος οτι επαταξεν κυριος εν τω λαω πληγην μεγαλην σφοδρα

6:20 και ειπαν οι ανδρες οι εκ βαιθσαμυς τις δυνησεται διελθειν ενωπιον κυριου του αγιου τουτου και προς τινα αναβησεται κιβωτος κυριου αφ' ημων

6:21 και αποστελλουσιν αγγελους προς τους κατοικουντας καριαθιαριμ λεγοντες απεστροφασιν αλλοφυλοι την κιβωτον κυριου καταβητε και αναγαγετε αυτην προς εαυτους

 

Created with FREE HTMLCompiler by BibleDatabase