HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

7:1 και ερχονται οι ανδρες καριαθιαριμ και αναγουσιν την κιβωτον διαθηκης κυριου και εισαγουσιν αυτην εις οικον αμιναδαβ τον εν τω βουνω και τον ελεαζαρ υιον αυτου ηγιασαν φυλασσειν την κιβωτον διαθηκης κυριου

7:2 και εγενηθη αφ' ης ημερας ην η κιβωτος εν καριαθιαριμ επληθυναν αι ημεραι και εγενοντο εικοσι ετη και επεβλεψεν πας οικος ισραηλ οπισω κυριου

7:3 και ειπεν σαμουηλ προς παντα οικον ισραηλ λεγων ει εν ολη καρδια υμων υμεις επιστρεφετε προς κυριον περιελετε τους θεους τους αλλοτριους εκ μεσου υμων και τα αλση και ετοιμασατε τας καρδιας υμων προς κυριον και δουλευσατε αυτω μονω και εξελειται υμας εκ χειρος αλλοφυλων

7:4 και περιειλον οι υιοι ισραηλ τας βααλιμ και τα αλση ασταρωθ και εδουλευσαν κυριω μονω

7:5 και ειπεν σαμουηλ αθροισατε παντα ισραηλ εις μασσηφαθ και προσευξομαι περι υμων προς κυριον

7:6 και συνηχθησαν εις μασσηφαθ και υδρευονται υδωρ και εξεχεαν ενωπιον κυριου επι την γην και ενηστευσαν εν τη ημερα εκεινη και ειπαν ημαρτηκαμεν ενωπιον κυριου και εδικαζεν σαμουηλ τους υιους ισραηλ εις μασσηφαθ

7:7 και ηκουσαν οι αλλοφυλοι οτι συνηθροισθησαν παντες οι υιοι ισραηλ εις μασσηφαθ και ανεβησαν σατραπαι αλλοφυλων επι ισραηλ και ακουουσιν οι υιοι ισραηλ και εφοβηθησαν απο προσωπου αλλοφυλων

7:8 και ειπαν οι υιοι ισραηλ προς σαμουηλ μη παρασιωπησης αφ' ημων του μη βοαν προς κυριον θεον σου και σωσει ημας εκ χειρος αλλοφυλων

7:9 και ελαβεν σαμουηλ αρνα γαλαθηνον ενα και ανηνεγκεν αυτον ολοκαυτωσιν συν παντι τω λαω τω κυριω και εβοησεν σαμουηλ προς κυριον περι ισραηλ και επηκουσεν αυτου κυριος

7:10 και ην σαμουηλ αναφερων την ολοκαυτωσιν και αλλοφυλοι προσηγον εις πολεμον επι ισραηλ και εβροντησεν κυριος εν φωνη μεγαλη εν τη ημερα εκεινη επι τους αλλοφυλους και συνεχυθησαν και επταισαν ενωπιον ισραηλ

7:11 και εξηλθαν ανδρες ισραηλ εκ μασσηφαθ και κατεδιωξαν τους αλλοφυλους και επαταξαν αυτους εως υποκατω του βαιθχορ

7:12 και ελαβεν σαμουηλ λιθον ενα και εστησεν αυτον ανα μεσον μασσηφαθ και ανα μεσον της παλαιας και εκαλεσεν το ονομα αυτου αβενεζερ λιθος του βοηθου και ειπεν εως ενταυθα εβοηθησεν ημιν κυριος

7:13 και εταπεινωσεν κυριος τους αλλοφυλους και ου προσεθεντο ετι προσελθειν εις οριον ισραηλ και εγενηθη χειρ κυριου επι τους αλλοφυλους πασας τας ημερας του σαμουηλ

7:14 και απεδοθησαν αι πολεις ας ελαβον οι αλλοφυλοι παρα των υιων ισραηλ και απεδωκαν αυτας τω ισραηλ απο ασκαλωνος εως αζοβ και το οριον ισραηλ αφειλαντο εκ χειρος αλλοφυλων και ην ειρηνη ανα μεσον ισραηλ και ανα μεσον του αμορραιου

7:15 και εδικαζεν σαμουηλ τον ισραηλ πασας τας ημερας της ζωης αυτου

7:16 και επορευετο κατ' ενιαυτον ενιαυτον και εκυκλου βαιθηλ και την γαλγαλα και την μασσηφαθ και εδικαζεν τον ισραηλ εν πασι τοις ηγιασμενοις τουτοις

7:17 η δε αποστροφη αυτου εις αρμαθαιμ οτι εκει ην ο οικος αυτου και εδικαζεν εκει τον ισραηλ και ωκοδομησεν εκει θυσιαστηριον τω κυριω

 

Created with FREE HTMLCompiler by BibleDatabase