HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 8

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

8:1 και εγενετο ως εγηρασεν σαμουηλ και κατεστησεν τους υιους αυτου δικαστας τω ισραηλ

8:2 και ταυτα τα ονοματα των υιων αυτου πρωτοτοκος ιωηλ και ονομα του δευτερου αβια δικασται εν βηρσαβεε

8:3 και ουκ επορευθησαν οι υιοι αυτου εν οδω αυτου και εξεκλιναν οπισω της συντελειας και ελαμβανον δωρα και εξεκλινον δικαιωματα

8:4 και συναθροιζονται ανδρες ισραηλ και παραγινονται εις αρμαθαιμ προς σαμουηλ

8:5 και ειπαν αυτω ιδου συ γεγηρακας και οι υιοι σου ου πορευονται εν τη οδω σου και νυν καταστησον εφ' ημας βασιλεα δικαζειν ημας καθα και τα λοιπα εθνη

8:6 και ην πονηρον το ρημα εν οφθαλμοις σαμουηλ ως ειπαν δος ημιν βασιλεα δικαζειν ημας και προσηυξατο σαμουηλ προς κυριον

8:7 και ειπεν κυριος προς σαμουηλ ακουε της φωνης του λαου καθα αν λαλησωσιν σοι οτι ου σε εξουθενηκασιν αλλ' η εμε εξουδενωκασιν του μη βασιλευειν επ' αυτων

8:8 κατα παντα τα ποιηματα α εποιησαν μοι αφ' ης ημερας ανηγαγον αυτους εξ αιγυπτου εως της ημερας ταυτης και εγκατελιπον με και εδουλευον θεοις ετεροις ουτως αυτοι ποιουσιν και σοι

8:9 και νυν ακουε της φωνης αυτων πλην οτι διαμαρτυρομενος διαμαρτυρη αυτοις και απαγγελεις αυτοις το δικαιωμα του βασιλεως ος βασιλευσει επ' αυτους

8:10 και ειπεν σαμουηλ παν το ρημα κυριου προς τον λαον τους αιτουντας παρ' αυτου βασιλεα

8:11 και ειπεν τουτο εσται το δικαιωμα του βασιλεως ος βασιλευσει εφ' υμας τους υιους υμων λημψεται και θησεται αυτους εν αρμασιν αυτου και ιππευσιν αυτου και προτρεχοντας των αρματων αυτου

8:12 και θεσθαι αυτους εαυτω χιλιαρχους και εκατονταρχους και θεριζειν θερισμον αυτου και τρυγαν τρυγητον αυτου και ποιειν σκευη πολεμικα αυτου και σκευη αρματων αυτου

8:13 και τας θυγατερας υμων λημψεται εις μυρεψους και εις μαγειρισσας και εις πεσσουσας

8:14 και τους αγρους υμων και τους αμπελωνας υμων και τους ελαιωνας υμων τους αγαθους λημψεται και δωσει τοις δουλοις αυτου

8:15 και τα σπερματα υμων και τους αμπελωνας υμων αποδεκατωσει και δωσει τοις ευνουχοις αυτου και τοις δουλοις αυτου

8:16 και τους δουλους υμων και τας δουλας υμων και τα βουκολια υμων τα αγαθα και τους ονους υμων λημψεται και αποδεκατωσει εις τα εργα αυτου

8:17 και τα ποιμνια υμων αποδεκατωσει και υμεις εσεσθε αυτω δουλοι

8:18 και βοησεσθε εν τη ημερα εκεινη εκ προσωπου βασιλεως υμων ου εξελεξασθε εαυτοις και ουκ επακουσεται κυριος υμων εν ταις ημεραις εκειναις οτι υμεις εξελεξασθε εαυτοις βασιλεα

8:19 και ουκ ηβουλετο ο λαος ακουσαι του σαμουηλ και ειπαν αυτω ουχι αλλ' η βασιλευς εσται εφ' ημας

8:20 και εσομεθα και ημεις κατα παντα τα εθνη και δικασει ημας βασιλευς ημων και εξελευσεται εμπροσθεν ημων και πολεμησει τον πολεμον ημων

8:21 και ηκουσεν σαμουηλ παντας τους λογους του λαου και ελαλησεν αυτους εις τα ωτα κυριου

8:22 και ειπεν κυριος προς σαμουηλ ακουε της φωνης αυτων και βασιλευσον αυτοις βασιλεα και ειπεν σαμουηλ προς ανδρας ισραηλ αποτρεχετω εκαστος εις την πολιν αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase