HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 9

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

9:1 και ην ανηρ εξ υιων βενιαμιν και ονομα αυτω κις υιος αβιηλ υιου σαρεδ υιου βαχιρ υιου αφεκ υιου ανδρος ιεμιναιου ανηρ δυνατος

9:2 και τουτω υιος και ονομα αυτω σαουλ ευμεγεθης ανηρ αγαθος και ουκ ην εν υιοις ισραηλ αγαθος υπερ αυτον υπερ ωμιαν και επανω υψηλος υπερ πασαν την γην

9:3 και απωλοντο αι ονοι κις πατρος σαουλ και ειπεν κις προς σαουλ τον υιον αυτου λαβε μετα σεαυτου εν των παιδαριων και αναστητε και πορευθητε και ζητησατε τας ονους

9:4 και διηλθον δι' ορους εφραιμ και διηλθον δια της γης σελχα και ουχ ευρον και διηλθον δια της γης εασακεμ και ουκ ην και διηλθον δια της γης ιακιμ και ουχ ευρον

9:5 αυτων ελθοντων εις την σιφ και σαουλ ειπεν τω παιδαριω αυτου τω μετ' αυτου δευρο και αναστρεψωμεν μη ανεις ο πατηρ μου τας ονους φροντιζη περι ημων

9:6 και ειπεν αυτω το παιδαριον ιδου δη ανθρωπος του θεου εν τη πολει ταυτη και ο ανθρωπος ενδοξος παν ο εαν λαληση παραγινομενον παρεσται και νυν πορευθωμεν οπως απαγγειλη ημιν την οδον ημων εφ' ην επορευθημεν επ' αυτην

9:7 και ειπεν σαουλ τω παιδαριω αυτου τω μετ' αυτου και ιδου πορευσομεθα και τι οισομεν τω ανθρωπω του θεου οτι οι αρτοι εκλελοιπασιν εκ των αγγειων ημων και πλειον ουκ εστιν μεθ' ημων εισενεγκειν τω ανθρωπω του θεου το υπαρχον ημιν

9:8 και προσεθετο το παιδαριον αποκριθηναι τω σαουλ και ειπεν ιδου ευρηται εν τη χειρι μου τεταρτον σικλου αργυριου και δωσεις τω ανθρωπω του θεου και απαγγελει ημιν την οδον ημων

9:9 και εμπροσθεν εν ισραηλ ταδε ελεγεν εκαστος εν τω πορευεσθαι επερωταν τον θεον δευρο πορευθωμεν προς τον βλεποντα οτι τον προφητην εκαλει ο λαος εμπροσθεν ο βλεπων

9:10 και ειπεν σαουλ προς το παιδαριον αυτου αγαθον το ρημα δευρο και πορευθωμεν και επορευθησαν εις την πολιν ου ην εκει ο ανθρωπος του θεου

9:11 αυτων αναβαινοντων την αναβασιν της πολεως και αυτοι ευρισκουσιν τα κορασια εξεληλυθοτα υδρευσασθαι υδωρ και λεγουσιν αυταις ει εστιν ενταυθα ο βλεπων

9:12 και απεκριθη τα κορασια αυτοις και λεγουσιν αυτοις εστιν ιδου κατα προσωπον υμων νυν δια την ημεραν ηκει εις την πολιν οτι θυσια σημερον τω λαω εν βαμα

9:13 ως αν εισελθητε την πολιν ουτως ευρησετε αυτον εν τη πολει πριν αναβηναι αυτον εις βαμα του φαγειν οτι ου μη φαγη ο λαος εως του εισελθειν αυτον οτι ουτος ευλογει την θυσιαν και μετα ταυτα εσθιουσιν οι ξενοι και νυν αναβητε οτι δια την ημεραν ευρησετε αυτον

9:14 και αναβαινουσιν την πολιν αυτων εισπορευομενων εις μεσον της πολεως και ιδου σαμουηλ εξηλθεν εις απαντησιν αυτων του αναβηναι εις βαμα

9:15 και κυριος απεκαλυψεν το ωτιον σαμουηλ ημερα μια εμπροσθεν του ελθειν προς αυτον σαουλ λεγων

9:16 ως ο καιρος αυριον αποστελω προς σε ανδρα εκ γης βενιαμιν και χρισεις αυτον εις αρχοντα επι τον λαον μου ισραηλ και σωσει τον λαον μου εκ χειρος αλλοφυλων οτι επεβλεψα επι την ταπεινωσιν του λαου μου οτι ηλθεν βοη αυτων προς με

9:17 και σαμουηλ ειδεν τον σαουλ και κυριος απεκριθη αυτω ιδου ο ανθρωπος ον ειπα σοι ουτος αρξει εν τω λαω μου

9:18 και προσηγαγεν σαουλ προς σαμουηλ εις μεσον της πολεως και ειπεν απαγγειλον δη ποιος ο οικος του βλεποντος

9:19 και απεκριθη σαμουηλ τω σαουλ και ειπεν εγω ειμι αυτος αναβηθι εμπροσθεν μου εις βαμα και φαγε μετ' εμου σημερον και εξαποστελω σε πρωι και παντα τα εν τη καρδια σου απαγγελω σοι

9:20 και περι των ονων σου των απολωλυιων σημερον τριταιων μη θης την καρδιαν σου αυταις οτι ευρηνται και τινι τα ωραια του ισραηλ ου σοι και τω οικω του πατρος σου

9:21 και απεκριθη σαουλ και ειπεν ουχι ανδρος υιος ιεμιναιου εγω ειμι του μικρου σκηπτρου φυλης ισραηλ και της φυλης της ελαχιστης εξ ολου σκηπτρου βενιαμιν και ινα τι ελαλησας προς εμε κατα το ρημα τουτο

9:22 και ελαβεν σαμουηλ τον σαουλ και το παιδαριον αυτου και εισηγαγεν αυτους εις το καταλυμα και εθετο αυτοις τοπον εν πρωτοις των κεκλημενων ωσει εβδομηκοντα ανδρων

9:23 και ειπεν σαμουηλ τω μαγειρω δος μοι την μεριδα ην εδωκα σοι ην ειπα σοι θειναι αυτην παρα σοι

9:24 και υψωσεν ο μαγειρος την κωλεαν και παρεθηκεν αυτην ενωπιον σαουλ και ειπεν σαμουηλ τω σαουλ ιδου υπολειμμα παραθες αυτο ενωπιον σου και φαγε οτι εις μαρτυριον τεθειται σοι παρα τους αλλους αποκνιζε και εφαγεν σαουλ μετα σαμουηλ εν τη ημερα εκεινη

9:25 και κατεβη εκ της βαμα εν τη πολει και διεστρωσαν τω σαουλ επι τω δωματι

9:26 και εκοιμηθη και εγενετο ως ανεβαινεν ο ορθρος και εκαλεσεν σαμουηλ τον σαουλ επι τω δωματι λεγων αναστα και εξαποστελω σε και ανεστη σαουλ και εξηλθεν αυτος και σαμουηλ εως εξω

9:27 αυτων καταβαινοντων εις μερος της πολεως και σαμουηλ ειπεν τω σαουλ ειπον τω νεανισκω και διελθετω εμπροσθεν ημων και συ στηθι ως σημερον και ακουσον ρημα θεου

 

Created with FREE HTMLCompiler by BibleDatabase