HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

10:1 και ελαβεν σαμουηλ τον φακον του ελαιου και επεχεεν επι την κεφαλην αυτου και εφιλησεν αυτον και ειπεν αυτω ουχι κεχρικεν σε κυριος εις αρχοντα επι τον λαον αυτου επι ισραηλ και συ αρξεις εν λαω κυριου και συ σωσεις αυτον εκ χειρος εχθρων αυτου κυκλοθεν και τουτο σοι το σημειον οτι εχρισεν σε κυριος επι κληρονομιαν αυτου εις αρχοντα

10:2 ως αν απελθης σημερον απ' εμου και ευρησεις δυο ανδρας προς τοις ταφοις ραχηλ εν τω οριω βενιαμιν αλλομενους μεγαλα και ερουσιν σοι ευρηνται αι ονοι ας επορευθητε ζητειν και ιδου ο πατηρ σου αποτετινακται το ρημα των ονων και εδαψιλευσατο δι' υμας λεγων τι ποιησω υπερ του υιου μου

10:3 και απελευσει εκειθεν και επεκεινα ηξεις εως της δρυος θαβωρ και ευρησεις εκει τρεις ανδρας αναβαινοντας προς τον θεον εις βαιθηλ ενα αιροντα τρια αιγιδια και ενα αιροντα τρια αγγεια αρτων και ενα αιροντα ασκον οινου

10:4 και ερωτησουσιν σε τα εις ειρηνην και δωσουσιν σοι δυο απαρχας αρτων και λημψη εκ της χειρος αυτων

10:5 και μετα ταυτα εισελευση εις τον βουνον του θεου ου εστιν εκει το αναστημα των αλλοφυλων εκει νασιβ ο αλλοφυλος και εσται ως αν εισελθητε εκει εις την πολιν και απαντησεις χορω προφητων καταβαινοντων εκ της βαμα και εμπροσθεν αυτων ναβλα και τυμπανον και αυλος και κινυρα και αυτοι προφητευοντες

10:6 και εφαλειται επι σε πνευμα κυριου και προφητευσεις μετ' αυτων και στραφηση εις ανδρα αλλον

10:7 και εσται οταν ηξει τα σημεια ταυτα επι σε ποιει παντα οσα εαν ευρη η χειρ σου οτι θεος μετα σου

10:8 και καταβηση εμπροσθεν της γαλγαλα και ιδου καταβαινω προς σε ανενεγκειν ολοκαυτωσιν και θυσιας ειρηνικας επτα ημερας διαλειψεις εως του ελθειν με προς σε και γνωρισω σοι α ποιησεις

10:9 και εγενηθη ωστε επιστραφηναι τω ωμω αυτου απελθειν απο σαμουηλ μετεστρεψεν αυτω ο θεος καρδιαν αλλην και ηλθεν παντα τα σημεια εν τη ημερα εκεινη

10:10 και ερχεται εκειθεν εις τον βουνον και ιδου χορος προφητων εξ εναντιας αυτου και ηλατο επ' αυτον πνευμα θεου και επροφητευσεν εν μεσω αυτων

10:11 και εγενηθησαν παντες οι ειδοτες αυτον εχθες και τριτην και ειδον και ιδου αυτος εν μεσω των προφητων και ειπεν ο λαος εκαστος προς τον πλησιον αυτου τι τουτο το γεγονος τω υιω κις η και σαουλ εν προφηταις

10:12 και απεκριθη τις αυτων και ειπεν και τις πατηρ αυτου δια τουτο εγενηθη εις παραβολην η και σαουλ εν προφηταις

10:13 και συνετελεσεν προφητευων και ερχεται εις τον βουνον

10:14 και ειπεν ο οικειος αυτου προς αυτον και προς το παιδαριον αυτου που επορευθητε και ειπαν ζητειν τας ονους και ειδαμεν οτι ουκ εισιν και εισηλθομεν προς σαμουηλ

10:15 και ειπεν ο οικειος προς σαουλ απαγγειλον δη μοι τι ειπεν σοι σαμουηλ

10:16 και ειπεν σαουλ προς τον οικειον αυτου απηγγειλεν απαγγελλων μοι οτι ευρηνται αι ονοι το δε ρημα της βασιλειας ουκ απηγγειλεν αυτω

10:17 και παρηγγειλεν σαμουηλ παντι τω λαω προς κυριον εις μασσηφα

10:18 και ειπεν προς υιους ισραηλ ταδε ειπεν κυριος ο θεος ισραηλ λεγων εγω ανηγαγον τους υιους ισραηλ εξ αιγυπτου και εξειλαμην υμας εκ χειρος φαραω βασιλεως αιγυπτου και εκ πασων των βασιλειων των θλιβουσων υμας

10:19 και υμεις σημερον εξουθενηκατε τον θεον ος αυτος εστιν υμων σωτηρ εκ παντων των κακων υμων και θλιψεων υμων και ειπατε ουχι αλλ' η οτι βασιλεα στησεις εφ' ημων και νυν καταστητε ενωπιον κυριου κατα τα σκηπτρα υμων και κατα τας φυλας υμων

10:20 και προσηγαγεν σαμουηλ παντα τα σκηπτρα ισραηλ και κατακληρουται σκηπτρον βενιαμιν

10:21 και προσαγει σκηπτρον βενιαμιν εις φυλας και κατακληρουται φυλη ματταρι και προσαγουσιν την φυλην ματταρι εις ανδρας και κατακληρουται σαουλ υιος κις και εζητει αυτον και ουχ ευρισκετο

10:22 και επηρωτησεν σαμουηλ ετι εν κυριω ει ερχεται ο ανηρ ενταυθα και ειπεν κυριος ιδου αυτος κεκρυπται εν τοις σκευεσιν

10:23 και εδραμεν και λαμβανει αυτον εκειθεν και κατεστησεν εν μεσω του λαου και υψωθη υπερ παντα τον λαον υπερ ωμιαν και επανω

10:24 και ειπεν σαμουηλ προς παντα τον λαον ει εορακατε ον εκλελεκται εαυτω κυριος οτι ουκ εστιν αυτω ομοιος εν πασιν υμιν και εγνωσαν πας ο λαος και ειπαν ζητω ο βασιλευς

10:25 και ειπεν σαμουηλ προς τον λαον το δικαιωμα του βασιλεως και εγραψεν εν βιβλιω και εθηκεν ενωπιον κυριου και εξαπεστειλεν σαμουηλ παντα τον λαον και απηλθεν εκαστος εις τον τοπον αυτου

10:26 και σαουλ απηλθεν εις τον οικον αυτου εις γαβαα και επορευθησαν υιοι δυναμεων ων ηψατο κυριος καρδιας αυτων μετα σαουλ

10:27 και υιοι λοιμοι ειπαν τι σωσει ημας ουτος και ητιμασαν αυτον και ουκ ηνεγκαν αυτω δωρα

 

Created with FREE HTMLCompiler by BibleDatabase