HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

13:2 και εκλεγεται σαουλ εαυτω τρεις χιλιαδας ανδρων εκ των ανδρων ισραηλ και ησαν μετα σαουλ δισχιλιοι εν μαχεμας και εν τω ορει βαιθηλ χιλιοι ησαν μετα ιωναθαν εν γαβεε του βενιαμιν και το καταλοιπον του λαου εξαπεστειλεν εκαστον εις το σκηνωμα αυτου

13:3 και επαταξεν ιωναθαν τον νασιβ τον αλλοφυλον τον εν τω βουνω και ακουουσιν οι αλλοφυλοι και σαουλ σαλπιγγι σαλπιζει εις πασαν την γην λεγων ηθετηκασιν οι δουλοι

13:4 και πας ισραηλ ηκουσεν λεγοντων πεπαικεν σαουλ τον νασιβ τον αλλοφυλον και ησχυνθησαν ισραηλ εν τοις αλλοφυλοις και ανεβοησαν ο λαος οπισω σαουλ εν γαλγαλοις

13:5 και οι αλλοφυλοι συναγονται εις πολεμον επι ισραηλ και αναβαινουσιν επι ισραηλ τριακοντα χιλιαδες αρματων και εξ χιλιαδες ιππεων και λαος ως η αμμος η παρα την θαλασσαν τω πληθει και αναβαινουσιν και παρεμβαλλουσιν εν μαχεμας εξ εναντιας βαιθων κατα νοτου

13:6 και ανηρ ισραηλ ειδεν οτι στενως αυτω μη προσαγειν αυτον και εκρυβη ο λαος εν τοις σπηλαιοις και εν ταις μανδραις και εν ταις πετραις και εν τοις βοθροις και εν τοις λακκοις

13:7 και οι διαβαινοντες διεβησαν τον ιορδανην εις γην γαδ και γαλααδ και σαουλ ετι ην εν γαλγαλοις και πας ο λαος εξεστη οπισω αυτου

13:8 και διελιπεν επτα ημερας τω μαρτυριω ως ειπεν σαμουηλ και ου παρεγενετο σαμουηλ εις γαλγαλα και διεσπαρη ο λαος αυτου απ' αυτου

13:9 και ειπεν σαουλ προσαγαγετε οπως ποιησω ολοκαυτωσιν και ειρηνικας και ανηνεγκεν την ολοκαυτωσιν

13:10 και εγενετο ως συνετελεσεν αναφερων την ολοκαυτωσιν και σαμουηλ παραγινεται και εξηλθεν σαουλ εις απαντησιν αυτω ευλογησαι αυτον

13:11 και ειπεν σαμουηλ τι πεποιηκας και ειπεν σαουλ οτι ειδον ως διεσπαρη ο λαος απ' εμου και συ ου παρεγενου ως διεταξω εν τω μαρτυριω των ημερων και οι αλλοφυλοι συνηχθησαν εις μαχεμας

13:12 και ειπα νυν καταβησονται οι αλλοφυλοι προς με εις γαλγαλα και του προσωπου του κυριου ουκ εδεηθην και ενεκρατευσαμην και ανηνεγκα την ολοκαυτωσιν

13:13 και ειπεν σαμουηλ προς σαουλ μεματαιωται σοι οτι ουκ εφυλαξας την εντολην μου ην ενετειλατο σοι κυριος ως νυν ητοιμασεν κυριος την βασιλειαν σου εως αιωνος επι ισραηλ

13:14 και νυν η βασιλεια σου ου στησεται και ζητησει κυριος εαυτω ανθρωπον κατα την καρδιαν αυτου και εντελειται κυριος αυτω εις αρχοντα επι τον λαον αυτου οτι ουκ εφυλαξας οσα ενετειλατο σοι κυριος

13:15 και ανεστη σαμουηλ και απηλθεν εκ γαλγαλων εις οδον αυτου και το καταλειμμα του λαου ανεβη οπισω σαουλ εις απαντησιν οπισω του λαου του πολεμιστου αυτων παραγενομενων εκ γαλγαλων εις γαβαα βενιαμιν και επεσκεψατο σαουλ τον λαον τον ευρεθεντα μετ' αυτου ως εξακοσιους ανδρας

13:16 και σαουλ και ιωναθαν υιος αυτου και ο λαος οι ευρεθεντες μετ' αυτων εκαθισαν εν γαβεε βενιαμιν και εκλαιον και οι αλλοφυλοι παρεμβεβληκεισαν εις μαχεμας

13:17 και εξηλθεν διαφθειρων εξ αγρου αλλοφυλων τρισιν αρχαις η αρχη η μια επιβλεπουσα οδον γοφερα επι γην σωγαλ

13:18 και η μια αρχη επιβλεπουσα οδον βαιθωρων και η αρχη η μια επιβλεπουσα οδον γαβεε την εισκυπτουσαν επι γαι την σαβιν

13:19 και τεκτων σιδηρου ουχ ευρισκετο εν παση γη ισραηλ οτι ειπον οι αλλοφυλοι μη ποιησωσιν οι εβραιοι ρομφαιαν και δορυ

13:20 και κατεβαινον πας ισραηλ εις γην αλλοφυλων χαλκευειν εκαστος το θεριστρον αυτου και το σκευος αυτου και εκαστος την αξινην αυτου και το δρεπανον αυτου

13:21 και ην ο τρυγητος ετοιμος του θεριζειν τα δε σκευη ην τρεις σικλοι εις τον οδοντα και τη αξινη και τω δρεπανω υποστασις ην η αυτη

13:22 και εγενηθη εν ταις ημεραις του πολεμου μαχεμας και ουχ ευρεθη ρομφαια και δορυ εν χειρι παντος του λαου του μετα σαουλ και μετα ιωναθαν και ευρεθη τω σαουλ και τω ιωναθαν υιω αυτου

13:23 και εξηλθεν εξ υποστασεως των αλλοφυλων την εν τω περαν μαχεμας

 

Created with FREE HTMLCompiler by BibleDatabase