HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

14:1 και γινεται ημερα και ειπεν ιωναθαν υιος σαουλ τω παιδαριω τω αιροντι τα σκευη αυτου δευρο και διαβωμεν εις μεσσαβ των αλλοφυλων την εν τω περαν εκεινω και τω πατρι αυτου ουκ απηγγειλεν

14:2 και σαουλ εκαθητο επ' ακρου του βουνου υπο την ροαν την εν μαγδων και ησαν μετ' αυτου ως εξακοσιοι ανδρες

14:3 και αχια υιος αχιτωβ αδελφου ιωχαβηδ υιου φινεες υιου ηλι ιερευς του θεου εν σηλωμ αιρων εφουδ και ο λαος ουκ ηδει οτι πεπορευται ιωναθαν

14:4 και ανα μεσον της διαβασεως ου εζητει ιωναθαν διαβηναι εις την υποστασιν των αλλοφυλων και ακρωτηριον πετρας ενθεν και ακρωτηριον πετρας ενθεν ονομα τω ενι βαζες και ονομα τω αλλω σεννα

14:5 η οδος η μια απο βορρα ερχομενω μαχμας και η οδος η αλλη απο νοτου ερχομενω γαβεε

14:6 και ειπεν ιωναθαν προς το παιδαριον το αιρον τα σκευη αυτου δευρο διαβωμεν εις μεσσαβ των απεριτμητων τουτων ει τι ποιησαι ημιν κυριος οτι ουκ εστιν τω κυριω συνεχομενον σωζειν εν πολλοις η εν ολιγοις

14:7 και ειπεν αυτω ο αιρων τα σκευη αυτου ποιει παν ο εαν η καρδια σου εκκλινη ιδου εγω μετα σου ως η καρδια σου καρδια μου

14:8 και ειπεν ιωναθαν ιδου ημεις διαβαινομεν προς τους ανδρας και κατακυλισθησομεθα προς αυτους

14:9 εαν ταδε ειπωσιν προς ημας αποστητε εκει εως αν απαγγειλωμεν υμιν και στησομεθα εφ' εαυτοις και ου μη αναβωμεν επ' αυτους

14:10 και εαν ταδε ειπωσιν προς ημας αναβητε προς ημας και αναβησομεθα οτι παραδεδωκεν αυτους κυριος εις τας χειρας ημων τουτο ημιν το σημειον

14:11 και εισηλθον αμφοτεροι εις μεσσαβ των αλλοφυλων και λεγουσιν οι αλλοφυλοι ιδου οι εβραιοι εκπορευονται εκ των τρωγλων αυτων ου εκρυβησαν εκει

14:12 και απεκριθησαν οι ανδρες μεσσαβ προς ιωναθαν και προς τον αιροντα τα σκευη αυτου και λεγουσιν αναβητε προς ημας και γνωριουμεν υμιν ρημα και ειπεν ιωναθαν προς τον αιροντα τα σκευη αυτου αναβηθι οπισω μου οτι παρεδωκεν αυτους κυριος εις χειρας ισραηλ

14:13 και ανεβη ιωναθαν επι τας χειρας αυτου και επι τους ποδας αυτου και ο αιρων τα σκευη αυτου μετ' αυτου και επεβλεψαν κατα προσωπον ιωναθαν και επαταξεν αυτους και ο αιρων τα σκευη αυτου επεδιδου οπισω αυτου

14:14 και εγενηθη η πληγη η πρωτη ην επαταξεν ιωναθαν και ο αιρων τα σκευη αυτου ως εικοσι ανδρες εν βολισι και εν πετροβολοις και εν κοχλαξιν του πεδιου

14:15 και εγενηθη εκστασις εν τη παρεμβολη και εν αγρω και πας ο λαος οι εν μεσσαβ και οι διαφθειροντες εξεστησαν και αυτοι ουκ ηθελον ποιειν και εθαμβησεν η γη και εγενηθη εκστασις παρα κυριου

14:16 και ειδον οι σκοποι του σαουλ εν γαβεε βενιαμιν και ιδου η παρεμβολη τεταραγμενη ενθεν και ενθεν

14:17 και ειπεν σαουλ τω λαω τω μετ' αυτου επισκεψασθε δη και ιδετε τις πεπορευται εξ υμων και επεσκεψαντο και ιδου ουχ ευρισκετο ιωναθαν και ο αιρων τα σκευη αυτου

14:18 και ειπεν σαουλ τω αχια προσαγαγε το εφουδ οτι αυτος ηρεν το εφουδ εν τη ημερα εκεινη ενωπιον ισραηλ

14:19 και εγενηθη ως ελαλει σαουλ προς τον ιερεα και ο ηχος εν τη παρεμβολη των αλλοφυλων επορευετο πορευομενος και επληθυνεν και ειπεν σαουλ προς τον ιερεα συναγαγε τας χειρας σου

14:20 και ανεβοησεν σαουλ και πας ο λαος ο μετ' αυτου και ερχονται εως του πολεμου και ιδου εγενετο ρομφαια ανδρος επι τον πλησιον αυτου συγχυσις μεγαλη σφοδρα

14:21 και οι δουλοι οι οντες εχθες και τριτην ημεραν μετα των αλλοφυλων οι αναβαντες εις την παρεμβολην επεστραφησαν και αυτοι ειναι μετα ισραηλ των μετα σαουλ και ιωναθαν

14:22 και πας ισραηλ οι κρυπτομενοι εν τω ορει εφραιμ και ηκουσαν οτι πεφευγασιν οι αλλοφυλοι και συναπτουσιν και αυτοι οπισω αυτων εις πολεμον

14:23 και εσωσεν κυριος εν τη ημερα εκεινη τον ισραηλ και ο πολεμος διηλθεν την βαιθων και πας ο λαος ην μετα σαουλ ως δεκα χιλιαδες ανδρων και ην ο πολεμος διεσπαρμενος εις ολην την πολιν εν τω ορει εφραιμ

14:24 και σαουλ ηγνοησεν αγνοιαν μεγαλην εν τη ημερα εκεινη και αραται τω λαω λεγων επικαταρατος ο ανθρωπος ος φαγεται αρτον εως εσπερας και εκδικησω τον εχθρον μου και ουκ εγευσατο πας ο λαος αρτου

14:25 και πασα η γη ηριστα και ιααρ δρυμος ην μελισσωνος κατα προσωπον του αγρου

14:26 και εισηλθεν ο λαος εις τον μελισσωνα και ιδου επορευετο λαλων και ιδου ουκ ην επιστρεφων την χειρα αυτου εις το στομα αυτου οτι εφοβηθη ο λαος τον ορκον κυριου

14:27 και ιωναθαν ουκ ακηκοει εν τω ορκιζειν τον πατερα αυτου τον λαον και εξετεινεν το ακρον του σκηπτρου αυτου του εν τη χειρι αυτου και εβαψεν αυτο εις το κηριον του μελιτος και επεστρεψεν την χειρα αυτου εις το στομα αυτου και ανεβλεψαν οι οφθαλμοι αυτου

14:28 και απεκριθη εις εκ του λαου και ειπεν ορκισας ωρκισεν ο πατηρ σου τον λαον λεγων επικαταρατος ο ανθρωπος ος φαγεται αρτον σημερον και εξελυθη ο λαος

14:29 και εγνω ιωναθαν και ειπεν απηλλαχεν ο πατηρ μου την γην ιδε δη οτι ειδον οι οφθαλμοι μου οτι εγευσαμην βραχυ του μελιτος τουτου

14:30 αλλ' οτι ει εφαγεν εσθων ο λαος σημερον των σκυλων των εχθρων αυτων ων ευρεν οτι νυν αν μειζων ην η πληγη εν τοις αλλοφυλοις

14:31 και επαταξεν εν τη ημερα εκεινη εκ των αλλοφυλων εν μαχεμας και εκοπιασεν ο λαος σφοδρα

14:32 και εκλιθη ο λαος εις τα σκυλα και ελαβεν ο λαος ποιμνια και βουκολια και τεκνα βοων και εσφαξεν επι την γην και ησθιεν ο λαος συν τω αιματι

14:33 και απηγγελη τω σαουλ λεγοντες ημαρτηκεν ο λαος τω κυριω φαγων συν τω αιματι και ειπεν σαουλ εν γεθθεμ κυλισατε μοι λιθον ενταυθα μεγαν

14:34 και ειπεν σαουλ διασπαρητε εν τω λαω και ειπατε αυτοις προσαγαγειν ενταυθα εκαστος τον μοσχον αυτου και εκαστος το προβατον αυτου και σφαζετω επι τουτου και ου μη αμαρτητε τω κυριω του εσθιειν συν τω αιματι και προσηγεν πας ο λαος εκαστος το εν τη χειρι αυτου και εσφαζον εκει

14:35 και ωκοδομησεν εκει σαουλ θυσιαστηριον τω κυριω τουτο ηρξατο σαουλ οικοδομησαι θυσιαστηριον τω κυριω

14:36 και ειπεν σαουλ καταβωμεν οπισω των αλλοφυλων την νυκτα και διαρπασωμεν εν αυτοις εως διαφαυση η ημερα και μη υπολιπωμεν εν αυτοις ανδρα και ειπαν παν το αγαθον ενωπιον σου ποιει και ειπεν ο ιερευς προσελθωμεν ενταυθα προς τον θεον

14:37 και επηρωτησεν σαουλ τον θεον ει καταβω οπισω των αλλοφυλων ει παραδωσεις αυτους εις χειρας ισραηλ και ουκ απεκριθη αυτω εν τη ημερα εκεινη

14:38 και ειπεν σαουλ προσαγαγετε ενταυθα πασας τας γωνιας του ισραηλ και γνωτε και ιδετε εν τινι γεγονεν η αμαρτια αυτη σημερον

14:39 οτι ζη κυριος ο σωσας τον ισραηλ οτι εαν αποκριθη κατα ιωναθαν του υιου μου θανατω αποθανειται και ουκ ην ο αποκρινομενος εκ παντος του λαου

14:40 και ειπεν παντι ισραηλ υμεις εσεσθε εις δουλειαν και εγω και ιωναθαν ο υιος μου εσομεθα εις δουλειαν και ειπεν ο λαος προς σαουλ το αγαθον ενωπιον σου ποιει

14:41 και ειπεν σαουλ κυριε ο θεος ισραηλ τι οτι ουκ απεκριθης τω δουλω σου σημερον ει εν εμοι η εν ιωναθαν τω υιω μου η αδικια κυριε ο θεος ισραηλ δος δηλους και εαν ταδε ειπης εν τω λαω σου ισραηλ δος δη οσιοτητα και κληρουται ιωναθαν και σαουλ και ο λαος εξηλθεν

14:42 και ειπεν σαουλ βαλετε ανα μεσον εμου και ανα μεσον ιωναθαν του υιου μου ον αν κατακληρωσηται κυριος αποθανετω και ειπεν ο λαος προς σαουλ ουκ εστιν το ρημα τουτο και κατεκρατησεν σαουλ του λαου και βαλλουσιν ανα μεσον αυτου και ανα μεσον ιωναθαν του υιου αυτου και κατακληρουται ιωναθαν

14:43 και ειπεν σαουλ προς ιωναθαν απαγγειλον μοι τι πεποιηκας και απηγγειλεν αυτω ιωναθαν και ειπεν γευσαμενος εγευσαμην εν ακρω τω σκηπτρω τω εν τη χειρι μου βραχυ μελι ιδου εγω αποθνησκω

14:44 και ειπεν αυτω σαουλ ταδε ποιησαι μοι ο θεος και ταδε προσθειη οτι θανατω αποθανη σημερον

14:45 και ειπεν ο λαος προς σαουλ ει σημερον θανατωθησεται ο ποιησας την σωτηριαν την μεγαλην ταυτην εν ισραηλ ζη κυριος ει πεσειται της τριχος της κεφαλης αυτου επι την γην οτι ο λαος του θεου εποιησεν την ημεραν ταυτην και προσηυξατο ο λαος περι ιωναθαν εν τη ημερα εκεινη και ουκ απεθανεν

14:46 και ανεβη σαουλ απο οπισθεν των αλλοφυλων και οι αλλοφυλοι απηλθον εις τον τοπον αυτων

14:47 και σαουλ κατακληρουται εργον επι ισραηλ και επολεμει κυκλω παντας τους εχθρους αυτου εις τον μωαβ και εις τους υιους αμμων και εις τους υιους εδωμ και εις τον βαιθεωρ και εις βασιλεα σουβα και εις τους αλλοφυλους ου αν εστραφη εσωζετο

14:48 και εποιησεν δυναμιν και επαταξεν τον αμαληκ και εξειλατο τον ισραηλ εκ χειρος των καταπατουντων αυτον

14:49 και ησαν υιοι σαουλ ιωναθαν και ιεσσιου και μελχισα και ονοματα των δυο θυγατερων αυτου ονομα τη πρωτοτοκω μεροβ και ονομα τη δευτερα μελχολ

14:50 και ονομα τη γυναικι αυτου αχινοομ θυγατηρ αχιμαας και ονομα τω αρχιστρατηγω αβεννηρ υιος νηρ υιου οικειου σαουλ

14:51 και κις πατηρ σαουλ και νηρ πατηρ αβεννηρ υιος ιαμιν υιου αβιηλ

14:52 και ην ο πολεμος κραταιος επι τους αλλοφυλους πασας τας ημερας σαουλ και ιδων σαουλ παντα ανδρα δυνατον και παντα ανδρα υιον δυναμεως και συνηγαγεν αυτους προς αυτον

 

Created with FREE HTMLCompiler by BibleDatabase