HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 15

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

15:1 και ειπεν σαμουηλ προς σαουλ εμε απεστειλεν κυριος χρισαι σε εις βασιλεα επι ισραηλ και νυν ακουε της φωνης κυριου

15:2 ταδε ειπεν κυριος σαβαωθ νυν εκδικησω α εποιησεν αμαληκ τω ισραηλ ως απηντησεν αυτω εν τη οδω αναβαινοντος αυτου εξ αιγυπτου

15:3 και νυν πορευου και παταξεις τον αμαληκ και ιεριμ και παντα τα αυτου και ου περιποιηση εξ αυτου και εξολεθρευσεις αυτον και αναθεματιεις αυτον και παντα τα αυτου και ου φειση απ' αυτου και αποκτενεις απο ανδρος και εως γυναικος και απο νηπιου εως θηλαζοντος και απο μοσχου εως προβατου και απο καμηλου εως ονου

15:4 και παρηγγειλεν σαουλ τω λαω και επισκεπτεται αυτους εν γαλγαλοις τετρακοσιας χιλιαδας ταγματων και τον ιουδαν τριακοντα χιλιαδας ταγματων

15:5 και ηλθεν σαουλ εως των πολεων αμαληκ και ενηδρευσεν εν τω χειμαρρω

15:6 και ειπεν σαουλ προς τον κιναιον απελθε και εκκλινον εκ μεσου του αμαληκιτου μη προσθω σε μετ' αυτου και συ εποιησας ελεος μετα των υιων ισραηλ εν τω αναβαινειν αυτους εξ αιγυπτου και εξεκλινεν ο κιναιος εκ μεσου αμαληκ

15:7 και επαταξεν σαουλ τον αμαληκ απο ευιλατ εως σουρ επι προσωπου αιγυπτου

15:8 και συνελαβεν τον αγαγ βασιλεα αμαληκ ζωντα και παντα τον λαον ιεριμ απεκτεινεν εν στοματι ρομφαιας

15:9 και περιεποιησατο σαουλ και πας ο λαος τον αγαγ ζωντα και τα αγαθα των ποιμνιων και των βουκολιων και των εδεσματων και των αμπελωνων και παντων των αγαθων και ουκ εβουλετο αυτα εξολεθρευσαι και παν εργον ητιμωμενον και εξουδενωμενον εξωλεθρευσαν

15:10 και εγενηθη ρημα κυριου προς σαμουηλ λεγων

15:11 παρακεκλημαι οτι εβασιλευσα τον σαουλ εις βασιλεα οτι απεστρεψεν απο οπισθεν μου και τους λογους μου ουκ ετηρησεν και ηθυμησεν σαμουηλ και εβοησεν προς κυριον ολην την νυκτα

15:12 και ωρθρισεν σαμουηλ και επορευθη εις απαντησιν ισραηλ πρωι και απηγγελη τω σαμουηλ λεγοντες ηκει σαουλ εις καρμηλον και ανεστακεν αυτω χειρα και επεστρεψεν το αρμα και κατεβη εις γαλγαλα προς σαουλ και ιδου αυτος ανεφερεν ολοκαυτωσιν τω κυριω τα πρωτα των σκυλων ων ηνεγκεν εξ αμαληκ

15:13 και παρεγενετο σαμουηλ προς σαουλ και ειπεν αυτω σαουλ ευλογητος συ τω κυριω εστησα παντα οσα ελαλησεν κυριος

15:14 και ειπεν σαμουηλ και τις η φωνη του ποιμνιου τουτου εν τοις ωσιν μου και φωνη των βοων ων εγω ακουω

15:15 και ειπεν σαουλ εξ αμαληκ ηνεγκα αυτα α περιεποιησατο ο λαος τα κρατιστα του ποιμνιου και των βοων οπως τυθη τω κυριω θεω σου και τα λοιπα εξωλεθρευσα

15:16 και ειπεν σαμουηλ προς σαουλ ανες και απαγγελω σοι α ελαλησεν κυριος προς με την νυκτα και ειπεν αυτω λαλησον

15:17 και ειπεν σαμουηλ προς σαουλ ουχι μικρος συ ει ενωπιον αυτου ηγουμενος σκηπτρου φυλης ισραηλ και εχρισεν σε κυριος εις βασιλεα επι ισραηλ

15:18 και απεστειλεν σε κυριος εν οδω και ειπεν σοι πορευθητι και εξολεθρευσον τους αμαρτανοντας εις εμε τον αμαληκ και πολεμησεις αυτους εως συντελεσης αυτους

15:19 και ινα τι ουκ ηκουσας της φωνης κυριου αλλ' ωρμησας του θεσθαι επι τα σκυλα και εποιησας το πονηρον ενωπιον κυριου

15:20 και ειπεν σαουλ προς σαμουηλ δια το ακουσαι με της φωνης του λαου και επορευθην εν τη οδω η απεστειλεν με κυριος και ηγαγον τον αγαγ βασιλεα αμαληκ και τον αμαληκ εξωλεθρευσα

15:21 και ελαβεν ο λαος των σκυλων ποιμνια και βουκολια τα πρωτα του εξολεθρευματος θυσαι ενωπιον κυριου θεου ημων εν γαλγαλοις

15:22 και ειπεν σαμουηλ ει θελητον τω κυριω ολοκαυτωματα και θυσιαι ως το ακουσαι φωνης κυριου ιδου ακοη υπερ θυσιαν αγαθη και η επακροασις υπερ στεαρ κριων

15:23 οτι αμαρτια οιωνισμα εστιν οδυνην και πονους θεραφιν επαγουσιν οτι εξουδενωσας το ρημα κυριου και εξουδενωσει σε κυριος μη ειναι βασιλεα επι ισραηλ

15:24 και ειπεν σαουλ προς σαμουηλ ημαρτηκα οτι παρεβην τον λογον κυριου και το ρημα σου οτι εφοβηθην τον λαον και ηκουσα της φωνης αυτων

15:25 και νυν αρον δη το αμαρτημα μου και αναστρεψον μετ' εμου και προσκυνησω κυριω τω θεω σου

15:26 και ειπεν σαμουηλ προς σαουλ ουκ αναστρεφω μετα σου οτι εξουδενωσας το ρημα κυριου και εξουδενωσει σε κυριος του μη ειναι βασιλεα επι τον ισραηλ

15:27 και απεστρεψεν σαμουηλ το προσωπον αυτου του απελθειν και εκρατησεν σαουλ του πτερυγιου της διπλοιδος αυτου και διερρηξεν αυτο

15:28 και ειπεν προς αυτον σαμουηλ διερρηξεν κυριος την βασιλειαν ισραηλ εκ χειρος σου σημερον και δωσει αυτην τω πλησιον σου τω αγαθω υπερ σε

15:29 και διαιρεθησεται ισραηλ εις δυο και ουκ αποστρεψει ουδε μετανοησει οτι ουχ ως ανθρωπος εστιν του μετανοησαι αυτος

15:30 και ειπεν σαουλ ημαρτηκα αλλα δοξασον με δη ενωπιον πρεσβυτερων ισραηλ και ενωπιον λαου μου και αναστρεψον μετ' εμου και προσκυνησω τω κυριω θεω σου

15:31 και ανεστρεψεν σαμουηλ οπισω σαουλ και προσεκυνησεν τω κυριω

15:32 και ειπεν σαμουηλ προσαγαγετε μοι τον αγαγ βασιλεα αμαληκ και προσηλθεν προς αυτον αγαγ τρεμων και ειπεν αγαγ ει ουτως πικρος ο θανατος

15:33 και ειπεν σαμουηλ προς αγαγ καθοτι ητεκνωσεν γυναικας η ρομφαια σου ουτως ατεκνωθησεται εκ γυναικων η μητηρ σου και εσφαξεν σαμουηλ τον αγαγ ενωπιον κυριου εν γαλγαλ

15:34 και απηλθεν σαμουηλ εις αρμαθαιμ και σαουλ ανεβη εις τον οικον αυτου εις γαβαα

15:35 και ου προσεθετο σαμουηλ ετι ιδειν τον σαουλ εως ημερας θανατου αυτου οτι επενθει σαμουηλ επι σαουλ και κυριος μετεμεληθη οτι εβασιλευσεν τον σαουλ επι ισραηλ

 

Created with FREE HTMLCompiler by BibleDatabase