HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 16

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

16:1 και ειπεν κυριος προς σαμουηλ εως ποτε συ πενθεις επι σαουλ καγω εξουδενωκα αυτον μη βασιλευειν επι ισραηλ πλησον το κερας σου ελαιου και δευρο αποστειλω σε προς ιεσσαι εως εις βηθλεεμ οτι εορακα εν τοις υιοις αυτου εμοι βασιλευειν

16:2 και ειπεν σαμουηλ πως πορευθω και ακουσεται σαουλ και αποκτενει με και ειπεν κυριος δαμαλιν βοων λαβε εν τη χειρι σου και ερεις θυσαι τω κυριω ηκω

16:3 και καλεσεις τον ιεσσαι εις την θυσιαν και γνωριω σοι α ποιησεις και χρισεις ον εαν ειπω προς σε

16:4 και εποιησεν σαμουηλ παντα α ελαλησεν αυτω κυριος και ηλθεν εις βηθλεεμ και εξεστησαν οι πρεσβυτεροι της πολεως τη απαντησει αυτου και ειπαν ειρηνη η εισοδος σου ο βλεπων

16:5 και ειπεν ειρηνη θυσαι τω κυριω ηκω αγιασθητε και ευφρανθητε μετ' εμου σημερον και ηγιασεν τον ιεσσαι και τους υιους αυτου και εκαλεσεν αυτους εις την θυσιαν

16:6 και εγενηθη εν τω αυτους εισιεναι και ειδεν τον ελιαβ και ειπεν αλλα και ενωπιον κυριου χριστος αυτου

16:7 και ειπεν κυριος προς σαμουηλ μη επιβλεψης επι την οψιν αυτου μηδε εις την εξιν μεγεθους αυτου οτι εξουδενωκα αυτον οτι ουχ ως εμβλεψεται ανθρωπος οψεται ο θεος οτι ανθρωπος οψεται εις προσωπον ο δε θεος οψεται εις καρδιαν

16:8 και εκαλεσεν ιεσσαι τον αμιναδαβ και παρηλθεν κατα προσωπον σαμουηλ και ειπεν ουδε τουτον εξελεξατο κυριος

16:9 και παρηγαγεν ιεσσαι τον σαμα και ειπεν και εν τουτω ουκ εξελεξατο κυριος

16:10 και παρηγαγεν ιεσσαι τους επτα υιους αυτου ενωπιον σαμουηλ και ειπεν σαμουηλ ουκ εξελεξατο κυριος εν τουτοις

16:11 και ειπεν σαμουηλ προς ιεσσαι εκλελοιπασιν τα παιδαρια και ειπεν ετι ο μικρος ιδου ποιμαινει εν τω ποιμνιω και ειπεν σαμουηλ προς ιεσσαι αποστειλον και λαβε αυτον οτι ου μη κατακλιθωμεν εως του ελθειν αυτον

16:12 και απεστειλεν και εισηγαγεν αυτον και ουτος πυρρακης μετα καλλους οφθαλμων και αγαθος ορασει κυριω και ειπεν κυριος προς σαμουηλ αναστα και χρισον τον δαυιδ οτι ουτος αγαθος εστιν

16:13 και ελαβεν σαμουηλ το κερας του ελαιου και εχρισεν αυτον εν μεσω των αδελφων αυτου και εφηλατο πνευμα κυριου επι δαυιδ απο της ημερας εκεινης και επανω και ανεστη σαμουηλ και απηλθεν εις αρμαθαιμ

16:14 και πνευμα κυριου απεστη απο σαουλ και επνιγεν αυτον πνευμα πονηρον παρα κυριου

16:15 και ειπαν οι παιδες σαουλ προς αυτον ιδου δη πνευμα κυριου πονηρον πνιγει σε

16:16 ειπατωσαν δη οι δουλοι σου ενωπιον σου και ζητησατωσαν τω κυριω ημων ανδρα ειδοτα ψαλλειν εν κινυρα και εσται εν τω ειναι πνευμα πονηρον επι σοι και ψαλει εν τη κινυρα αυτου και αγαθον σοι εσται και αναπαυσει σε

16:17 και ειπεν σαουλ προς τους παιδας αυτου ιδετε δη μοι ανδρα ορθως ψαλλοντα και εισαγαγετε αυτον προς εμε

16:18 και απεκριθη εις των παιδαριων αυτου και ειπεν ιδου εορακα υιον τω ιεσσαι βηθλεεμιτην και αυτον ειδοτα ψαλμον και ο ανηρ συνετος και ο ανηρ πολεμιστης και σοφος λογω και ανηρ αγαθος τω ειδει και κυριος μετ' αυτου

16:19 και απεστειλεν σαουλ αγγελους προς ιεσσαι λεγων αποστειλον προς με τον υιον σου δαυιδ τον εν τω ποιμνιω σου

16:20 και ελαβεν ιεσσαι γομορ αρτων και ασκον οινου και εριφον αιγων ενα και εξαπεστειλεν εν χειρι δαυιδ του υιου αυτου προς σαουλ

16:21 και εισηλθεν δαυιδ προς σαουλ και παρειστηκει ενωπιον αυτου και ηγαπησεν αυτον σφοδρα και εγενηθη αυτω αιρων τα σκευη αυτου

16:22 και απεστειλεν σαουλ προς ιεσσαι λεγων παριστασθω δη δαυιδ ενωπιον εμου οτι ευρεν χαριν εν οφθαλμοις μου

16:23 και εγενηθη εν τω ειναι πνευμα πονηρον επι σαουλ και ελαμβανεν δαυιδ την κινυραν και εψαλλεν εν τη χειρι αυτου και ανεψυχεν σαουλ και αγαθον αυτω και αφιστατο απ' αυτου το πνευμα το πονηρον

 

Created with FREE HTMLCompiler by BibleDatabase