HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 17

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

17:1 και συναγουσιν αλλοφυλοι τας παρεμβολας αυτων εις πολεμον και συναγονται εις σοκχωθ της ιουδαιας και παρεμβαλλουσιν ανα μεσον σοκχωθ και ανα μεσον αζηκα εν εφερμεμ

17:2 και σαουλ και οι ανδρες ισραηλ συναγονται και παρεμβαλλουσιν εν τη κοιλαδι αυτοι παρατασσονται εις πολεμον εξ εναντιας αλλοφυλων

17:3 και αλλοφυλοι ιστανται επι του ορους ενταυθα και ισραηλ ισταται επι του ορους ενταυθα και ο αυλων ανα μεσον αυτων

17:4 και εξηλθεν ανηρ δυνατος εκ της παραταξεως των αλλοφυλων γολιαθ ονομα αυτω εκ γεθ υψος αυτου τεσσαρων πηχεων και σπιθαμης

17:5 και περικεφαλαια επι της κεφαλης αυτου και θωρακα αλυσιδωτον αυτος ενδεδυκως και ο σταθμος του θωρακος αυτου πεντε χιλιαδες σικλων χαλκου και σιδηρου

17:6 και κνημιδες χαλκαι επανω των σκελων αυτου και ασπις χαλκη ανα μεσον των ωμων αυτου

17:7 και ο κοντος του δορατος αυτου ωσει μεσακλον υφαινοντων και η λογχη αυτου εξακοσιων σικλων σιδηρου και ο αιρων τα οπλα αυτου προεπορευετο αυτου

17:8 και εστη και ανεβοησεν εις την παραταξιν ισραηλ και ειπεν αυτοις τι εκπορευεσθε παραταξασθαι πολεμω εξ εναντιας ημων ουκ εγω ειμι αλλοφυλος και υμεις εβραιοι του σαουλ εκλεξασθε εαυτοις ανδρα και καταβητω προς με

17:9 και εαν δυνηθη προς εμε πολεμησαι και εαν παταξη με και εσομεθα υμιν εις δουλους εαν δε εγω δυνηθω και παταξω αυτον εσεσθε ημιν εις δουλους και δουλευσετε ημιν

17:10 και ειπεν ο αλλοφυλος ιδου εγω ωνειδισα την παραταξιν ισραηλ σημερον εν τη ημερα ταυτη δοτε μοι ανδρα και μονομαχησομεν αμφοτεροι

17:11 και ηκουσεν σαουλ και πας ισραηλ τα ρηματα του αλλοφυλου ταυτα και εξεστησαν και εφοβηθησαν σφοδρα

17:32 και ειπεν δαυιδ προς σαουλ μη δη συμπεσετω η καρδια του κυριου μου επ' αυτον ο δουλος σου πορευσεται και πολεμησει μετα του αλλοφυλου τουτου

17:33 και ειπεν σαουλ προς δαυιδ ου μη δυνηση πορευθηναι προς τον αλλοφυλον του πολεμειν μετ' αυτου οτι παιδαριον ει συ και αυτος ανηρ πολεμιστης εκ νεοτητος αυτου

17:34 και ειπεν δαυιδ προς σαουλ ποιμαινων ην ο δουλος σου τω πατρι αυτου εν τω ποιμνιω και οταν ηρχετο ο λεων και η αρκος και ελαμβανεν προβατον εκ της αγελης

17:35 και εξεπορευομην οπισω αυτου και επαταξα αυτον και εξεσπασα εκ του στοματος αυτου και ει επανιστατο επ' εμε και εκρατησα του φαρυγγος αυτου και επαταξα και εθανατωσα αυτον

17:36 και την αρκον ετυπτεν ο δουλος σου και τον λεοντα και εσται ο αλλοφυλος ο απεριτμητος ως εν τουτων ουχι πορευσομαι και παταξω αυτον και αφελω σημερον ονειδος εξ ισραηλ διοτι τις ο απεριτμητος ουτος ος ωνειδισεν παραταξιν θεου ζωντος

17:37 κυριος ος εξειλατο με εκ χειρος του λεοντος και εκ χειρος της αρκου αυτος εξελειται με εκ χειρος του αλλοφυλου του απεριτμητου τουτου και ειπεν σαουλ προς δαυιδ πορευου και εσται κυριος μετα σου

17:38 και ενεδυσεν σαουλ τον δαυιδ μανδυαν και περικεφαλαιαν χαλκην περι την κεφαλην αυτου

17:39 και εζωσεν τον δαυιδ την ρομφαιαν αυτου επανω του μανδυου αυτου και εκοπιασεν περιπατησας απαξ και δις και ειπεν δαυιδ προς σαουλ ου μη δυνωμαι πορευθηναι εν τουτοις οτι ου πεπειραμαι και αφαιρουσιν αυτα απ' αυτου

17:40 και ελαβεν την βακτηριαν αυτου εν τη χειρι αυτου και εξελεξατο εαυτω πεντε λιθους λειους εκ του χειμαρρου και εθετο αυτους εν τω καδιω τω ποιμενικω τω οντι αυτω εις συλλογην και σφενδονην αυτου εν τη χειρι αυτου και προσηλθεν προς τον ανδρα τον αλλοφυλον

17:42 και ειδεν γολιαδ τον δαυιδ και ητιμασεν αυτον οτι αυτος ην παιδαριον και αυτος πυρρακης μετα καλλους οφθαλμων

17:43 και ειπεν ο αλλοφυλος προς δαυιδ ωσει κυων εγω ειμι οτι συ ερχη επ' εμε εν ραβδω και λιθοις και ειπεν δαυιδ ουχι αλλ' η χειρω κυνος και κατηρασατο ο αλλοφυλος τον δαυιδ εν τοις θεοις αυτου

17:44 και ειπεν ο αλλοφυλος προς δαυιδ δευρο προς με και δωσω τας σαρκας σου τοις πετεινοις του ουρανου και τοις κτηνεσιν της γης

17:45 και ειπεν δαυιδ προς τον αλλοφυλον συ ερχη προς με εν ρομφαια και εν δορατι και εν ασπιδι καγω πορευομαι προς σε εν ονοματι κυριου σαβαωθ θεου παραταξεως ισραηλ ην ωνειδισας σημερον

17:46 και αποκλεισει σε κυριος σημερον εις την χειρα μου και αποκτενω σε και αφελω την κεφαλην σου απο σου και δωσω τα κωλα σου και τα κωλα παρεμβολης αλλοφυλων εν ταυτη τη ημερα τοις πετεινοις του ουρανου και τοις θηριοις της γης και γνωσεται πασα η γη οτι εστιν θεος εν ισραηλ

17:47 και γνωσεται πασα η εκκλησια αυτη οτι ουκ εν ρομφαια και δορατι σωζει κυριος οτι του κυριου ο πολεμος και παραδωσει κυριος υμας εις χειρας ημων

17:48 και ανεστη ο αλλοφυλος και επορευθη εις συναντησιν δαυιδ

17:49 και εξετεινεν δαυιδ την χειρα αυτου εις το καδιον και ελαβεν εκειθεν λιθον ενα και εσφενδονησεν και επαταξεν τον αλλοφυλον επι το μετωπον αυτου και διεδυ ο λιθος δια της περικεφαλαιας εις το μετωπον αυτου και επεσεν επι προσωπον αυτου επι την γην

17:51 και εδραμεν δαυιδ και επεστη επ' αυτον και ελαβεν την ρομφαιαν αυτου και εθανατωσεν αυτον και αφειλεν την κεφαλην αυτου και ειδον οι αλλοφυλοι οτι τεθνηκεν ο δυνατος αυτων και εφυγον

17:52 και ανιστανται ανδρες ισραηλ και ιουδα και ηλαλαξαν και κατεδιωξαν οπισω αυτων εως εισοδου γεθ και εως της πυλης ασκαλωνος και επεσαν τραυματιαι των αλλοφυλων εν τη οδω των πυλων και εως γεθ και εως ακκαρων

17:53 και ανεστρεψαν ανδρες ισραηλ εκκλινοντες οπισω των αλλοφυλων και κατεπατουν τας παρεμβολας αυτων

17:54 και ελαβεν δαυιδ την κεφαλην του αλλοφυλου και ηνεγκεν αυτην εις ιερουσαλημ και τα σκευη αυτου εθηκεν εν τω σκηνωματι αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase