HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

19:1 και ελαλησεν σαουλ προς ιωναθαν τον υιον αυτου και προς παντας τους παιδας αυτου θανατωσαι τον δαυιδ και ιωναθαν υιος σαουλ ηρειτο τον δαυιδ σφοδρα

19:2 και απηγγειλεν ιωναθαν τω δαυιδ λεγων σαουλ ζητει θανατωσαι σε φυλαξαι ουν αυριον πρωι και κρυβηθι και καθισον κρυβη

19:3 και εγω εξελευσομαι και στησομαι εχομενος του πατρος μου εν αγρω ου εαν ης εκει και εγω λαλησω περι σου προς τον πατερα μου και οψομαι ο τι εαν η και απαγγελω σοι

19:4 και ελαλησεν ιωναθαν περι δαυιδ αγαθα προς σαουλ τον πατερα αυτου και ειπεν προς αυτον μη αμαρτησατω ο βασιλευς εις τον δουλον σου δαυιδ οτι ουχ ημαρτηκεν εις σε και τα ποιηματα αυτου αγαθα σφοδρα

19:5 και εθετο την ψυχην αυτου εν τη χειρι αυτου και επαταξεν τον αλλοφυλον και εποιησεν κυριος σωτηριαν μεγαλην και πας ισραηλ ειδον και εχαρησαν και ινα τι αμαρτανεις εις αιμα αθωον θανατωσαι τον δαυιδ δωρεαν

19:6 και ηκουσεν σαουλ της φωνης ιωναθαν και ωμοσεν σαουλ λεγων ζη κυριος ει αποθανειται

19:7 και εκαλεσεν ιωναθαν τον δαυιδ και απηγγειλεν αυτω παντα τα ρηματα ταυτα και εισηγαγεν ιωναθαν τον δαυιδ προς σαουλ και ην ενωπιον αυτου ωσει εχθες και τριτην ημεραν

19:8 και προσεθετο ο πολεμος γενεσθαι προς σαουλ και κατισχυσεν δαυιδ και επολεμησεν τους αλλοφυλους και επαταξεν εν αυτοις πληγην μεγαλην σφοδρα και εφυγον εκ προσωπου αυτου

19:9 και εγενετο πνευμα θεου πονηρον επι σαουλ και αυτος εν οικω καθευδων και δορυ εν τη χειρι αυτου και δαυιδ εψαλλεν εν ταις χερσιν αυτου

19:10 και εζητει σαουλ παταξαι το δορυ εις δαυιδ και απεστη δαυιδ εκ προσωπου σαουλ και επαταξεν το δορυ εις τον τοιχον και δαυιδ ανεχωρησεν και διεσωθη

19:11 και εγενηθη εν τη νυκτι εκεινη και απεστειλεν σαουλ αγγελους εις οικον δαυιδ φυλαξαι αυτον του θανατωσαι αυτον πρωι και απηγγειλεν τω δαυιδ μελχολ η γυνη αυτου λεγουσα εαν μη συ σωσης την ψυχην σαυτου την νυκτα ταυτην αυριον θανατωθηση

19:12 και καταγει η μελχολ τον δαυιδ δια της θυριδος και απηλθεν και εφυγεν και σωζεται

19:13 και ελαβεν η μελχολ τα κενοταφια και εθετο επι την κλινην και ηπαρ των αιγων εθετο προς κεφαλης αυτου και εκαλυψεν αυτα ιματιω

19:14 και απεστειλεν σαουλ αγγελους λαβειν τον δαυιδ και λεγουσιν ενοχλεισθαι αυτον

19:15 και αποστελλει επι τον δαυιδ λεγων αγαγετε αυτον επι της κλινης προς με του θανατωσαι αυτον

19:16 και ερχονται οι αγγελοι και ιδου τα κενοταφια επι της κλινης και ηπαρ των αιγων προς κεφαλης αυτου

19:17 και ειπεν σαουλ τη μελχολ ινα τι ουτως παρελογισω με και εξαπεστειλας τον εχθρον μου και διεσωθη και ειπεν μελχολ τω σαουλ αυτος ειπεν εξαποστειλον με ει δε μη θανατωσω σε

19:18 και δαυιδ εφυγεν και διεσωθη και παραγινεται προς σαμουηλ εις αρμαθαιμ και απαγγελλει αυτω παντα οσα εποιησεν αυτω σαουλ και επορευθη δαυιδ και σαμουηλ και εκαθισαν εν ναυαθ εν ραμα

19:19 και απηγγελη τω σαουλ λεγοντες ιδου δαυιδ εν ναυαθ εν ραμα

19:20 και απεστειλεν σαουλ αγγελους λαβειν τον δαυιδ και ειδαν την εκκλησιαν των προφητων και σαμουηλ ειστηκει καθεστηκως επ' αυτων και εγενηθη επι τους αγγελους του σαουλ πνευμα θεου και προφητευουσιν

19:21 και απηγγελη τω σαουλ και απεστειλεν αγγελους ετερους και επροφητευσαν και αυτοι και προσεθετο σαουλ αποστειλαι αγγελους τριτους και επροφητευσαν και αυτοι

19:22 και εθυμωθη οργη σαουλ και επορευθη και αυτος εις αρμαθαιμ και ερχεται εως του φρεατος του αλω του εν τω σεφι και ηρωτησεν και ειπεν που σαμουηλ και δαυιδ και ειπαν ιδου εν ναυαθ εν ραμα

19:23 και επορευθη εκειθεν εις ναυαθ εν ραμα και εγενηθη και επ' αυτω πνευμα θεου και επορευετο προφητευων εως του ελθειν αυτον εις ναυαθ εν ραμα

19:24 και εξεδυσατο τα ιματια αυτου και επροφητευσεν ενωπιον αυτων και επεσεν γυμνος ολην την ημεραν εκεινην και ολην την νυκτα δια τουτο ελεγον ει και σαουλ εν προφηταις

 

Created with FREE HTMLCompiler by BibleDatabase