HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 20

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

20:1 και απεδρα δαυιδ εκ ναυαθ εν ραμα και ερχεται ενωπιον ιωναθαν και ειπεν τι πεποιηκα και τι το αδικημα μου και τι ημαρτηκα ενωπιον του πατρος σου οτι επιζητει την ψυχην μου

20:2 και ειπεν αυτω ιωναθαν μηδαμως σοι ου μη αποθανης ιδου ου μη ποιηση ο πατηρ μου ρημα μεγα η μικρον και ουκ αποκαλυψει το ωτιον μου και τι οτι κρυψει ο πατηρ μου το ρημα τουτο ουκ εστιν τουτο

20:3 και απεκριθη δαυιδ τω ιωναθαν και ειπεν γινωσκων οιδεν ο πατηρ σου οτι ευρηκα χαριν εν οφθαλμοις σου και ειπεν μη γνωτω τουτο ιωναθαν μη ου βουληται αλλα ζη κυριος και ζη η ψυχη σου οτι καθως ειπον εμπεπλησται ανα μεσον μου και του θανατου

20:4 και ειπεν ιωναθαν προς δαυιδ τι επιθυμει η ψυχη σου και τι ποιησω σοι

20:5 και ειπεν δαυιδ προς ιωναθαν ιδου δη νεομηνια αυριον και εγω καθισας ου καθησομαι μετα του βασιλεως φαγειν και εξαποστελεις με και κρυβησομαι εν τω πεδιω εως δειλης

20:6 εαν επισκεπτομενος επισκεψηται με ο πατηρ σου και ερεις παραιτουμενος παρητησατο απ' εμου δαυιδ δραμειν εως εις βηθλεεμ την πολιν αυτου οτι θυσια των ημερων εκει ολη τη φυλη

20:7 εαν ταδε ειπη αγαθως ειρηνη τω δουλω σου και εαν σκληρως αποκριθη σοι γνωθι οτι συντετελεσται η κακια παρ' αυτου

20:8 και ποιησεις ελεος μετα του δουλου σου οτι εισηγαγες εις διαθηκην κυριου τον δουλον σου μετα σεαυτου και ει εστιν αδικια εν τω δουλω σου θανατωσον με συ και εως του πατρος σου ινα τι ουτως εισαγεις με

20:9 και ειπεν ιωναθαν μηδαμως σοι οτι εαν γινωσκων γνω οτι συντετελεσται η κακια παρα του πατρος μου του ελθειν επι σε και εαν μη εις τας πολεις σου εγω απαγγελω σοι

20:10 και ειπεν δαυιδ προς ιωναθαν τις απαγγελει μοι εαν αποκριθη ο πατηρ σου σκληρως

20:11 και ειπεν ιωναθαν προς δαυιδ πορευου και μενε εις αγρον και εκπορευονται αμφοτεροι εις αγρον

20:12 και ειπεν ιωναθαν προς δαυιδ κυριος ο θεος ισραηλ οιδεν οτι ανακρινω τον πατερα μου ως αν ο καιρος τρισσως και ιδου αγαθον η περι δαυιδ και ου μη αποστειλω προς σε εις αγρον

20:13 ταδε ποιησαι ο θεος τω ιωναθαν και ταδε προσθειη οτι ανοισω τα κακα επι σε και αποκαλυψω το ωτιον σου και εξαποστελω σε και απελευση εις ειρηνην και εσται κυριος μετα σου καθως ην μετα του πατρος μου

20:14 και μεν ετι μου ζωντος και ποιησεις ελεος μετ' εμου και εαν θανατω αποθανω

20:15 ουκ εξαρεις ελεος σου απο του οικου μου εως του αιωνος και ει μη εν τω εξαιρειν κυριον τους εχθρους δαυιδ εκαστον απο προσωπου της γης

20:16 εξαρθηναι το ονομα του ιωναθαν απο του οικου δαυιδ και εκζητησαι κυριος εχθρους του δαυιδ

20:17 και προσεθετο ετι ιωναθαν ομοσαι τω δαυιδ οτι ηγαπησεν ψυχην αγαπωντος αυτον

20:18 και ειπεν ιωναθαν αυριον νουμηνια και επισκεπηση οτι επισκεπησεται καθεδρα σου

20:19 και τρισσευσεις και επισκεψη και ηξεις εις τον τοπον σου ου εκρυβης εν τη ημερα τη εργασιμη και καθηση παρα το εργαβ εκεινο

20:20 και εγω τρισσευσω ταις σχιζαις ακοντιζων εκπεμπων εις την αματταρι

20:21 και ιδου αποστελω το παιδαριον λεγων δευρο ευρε μοι την σχιζαν εαν ειπω λεγων τω παιδαριω ωδε η σχιζα απο σου και ωδε λαβε αυτην παραγινου οτι ειρηνη σοι και ουκ εστιν λογος ζη κυριος

20:22 εαν ταδε ειπω τω νεανισκω ωδε η σχιζα απο σου και επεκεινα πορευου οτι εξαπεσταλκεν σε κυριος

20:23 και το ρημα ο ελαλησαμεν εγω και συ ιδου κυριος μαρτυς ανα μεσον εμου και σου εως αιωνος

20:24 και κρυπτεται δαυιδ εν αγρω και παραγινεται ο μην και ερχεται ο βασιλευς επι την τραπεζαν του φαγειν

20:25 και εκαθισεν ο βασιλευς επι την καθεδραν αυτου ως απαξ και απαξ επι της καθεδρας παρα τοιχον και προεφθασεν τον ιωναθαν και εκαθισεν αβεννηρ εκ πλαγιων σαουλ και επεσκεπη ο τοπος δαυιδ

20:26 και ουκ ελαλησεν σαουλ ουδεν εν τη ημερα εκεινη οτι ειπεν συμπτωμα φαινεται μη καθαρος ειναι οτι ου κεκαθαρισται

20:27 και εγενηθη τη επαυριον του μηνος τη ημερα τη δευτερα και επεσκεπη ο τοπος του δαυιδ και ειπεν σαουλ προς ιωναθαν τον υιον αυτου τι οτι ου παραγεγονεν ο υιος ιεσσαι και εχθες και σημερον επι την τραπεζαν

20:28 και απεκριθη ιωναθαν τω σαουλ και ειπεν αυτω παρητηται δαυιδ παρ' εμου εως εις βηθλεεμ την πολιν αυτου πορευθηναι

20:29 και ειπεν εξαποστειλον δη με οτι θυσια της φυλης ημιν εν τη πολει και ενετειλαντο προς με οι αδελφοι μου και νυν ει ευρηκα χαριν εν οφθαλμοις σου διασωθησομαι δη και οψομαι τους αδελφους μου δια τουτο ου παραγεγονεν επι την τραπεζαν του βασιλεως

20:30 και εθυμωθη οργη σαουλ επι ιωναθαν σφοδρα και ειπεν αυτω υιε κορασιων αυτομολουντων ου γαρ οιδα οτι μετοχος ει συ τω υιω ιεσσαι εις αισχυνην σου και εις αισχυνην αποκαλυψεως μητρος σου

20:31 οτι πασας τας ημερας ας ο υιος ιεσσαι ζη επι της γης ουχ ετοιμασθησεται η βασιλεια σου νυν ουν αποστειλας λαβε τον νεανιαν οτι υιος θανατου ουτος

20:32 και απεκριθη ιωναθαν τω σαουλ ινα τι αποθνησκει τι πεποιηκεν

20:33 και επηρεν σαουλ το δορυ επι ιωναθαν του θανατωσαι αυτον και εγνω ιωναθαν οτι συντετελεσται η κακια αυτη παρα του πατρος αυτου θανατωσαι τον δαυιδ

20:34 και ανεπηδησεν ιωναθαν απο της τραπεζης εν οργη θυμου και ουκ εφαγεν εν τη δευτερα του μηνος αρτον οτι εθραυσθη επι τον δαυιδ οτι συνετελεσεν επ' αυτον ο πατηρ αυτου

20:35 και εγενηθη πρωι και εξηλθεν ιωναθαν εις αγρον καθως εταξατο εις το μαρτυριον δαυιδ και παιδαριον μικρον μετ' αυτου

20:36 και ειπεν τω παιδαριω δραμε ευρε μοι τας σχιζας εν αις εγω ακοντιζω και το παιδαριον εδραμε και αυτος ηκοντιζε τη σχιζη και παρηγαγεν αυτην

20:37 και ηλθεν το παιδαριον εως του τοπου της σχιζης ου ηκοντιζεν ιωναθαν και ανεβοησεν ιωναθαν οπισω του νεανιου και ειπεν εκει η σχιζα απο σου και επεκεινα

20:38 και ανεβοησεν ιωναθαν οπισω του παιδαριου αυτου λεγων ταχυνας σπευσον και μη στης και ανελεξεν το παιδαριον ιωναθαν τας σχιζας προς τον κυριον αυτου

20:39 και το παιδαριον ουκ εγνω ουθεν παρεξ ιωναθαν και δαυιδ εγνωσαν το ρημα

20:40 και ιωναθαν εδωκεν τα σκευη αυτου επι το παιδαριον αυτου και ειπεν τω παιδαριω αυτου πορευου εισελθε εις την πολιν

20:41 και ως εισηλθεν το παιδαριον και δαυιδ ανεστη απο του εργαβ και επεσεν επι προσωπον αυτου και προσεκυνησεν αυτω τρις και κατεφιλησεν εκαστος τον πλησιον αυτου και εκλαυσεν εκαστος τω πλησιον αυτου εως συντελειας μεγαλης

20:42 και ειπεν ιωναθαν πορευου εις ειρηνην και ως ομωμοκαμεν ημεις αμφοτεροι εν ονοματι κυριου λεγοντες κυριος εσται μαρτυς ανα μεσον εμου και σου και ανα μεσον του σπερματος μου και ανα μεσον του σπερματος σου εως αιωνος

 

Created with FREE HTMLCompiler by BibleDatabase