HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 21

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

21:1 και ανεστη δαυιδ και απηλθεν και ιωναθαν εισηλθεν εις την πολιν

21:2 και ερχεται δαυιδ εις νομβα προς αβιμελεχ τον ιερεα και εξεστη αβιμελεχ τη απαντησει αυτου και ειπεν αυτω τι οτι συ μονος και ουθεις μετα σου

21:3 και ειπεν δαυιδ τω ιερει ο βασιλευς εντεταλται μοι ρημα σημερον και ειπεν μοι μηδεις γνωτω το ρημα περι ου εγω αποστελλω σε και υπερ ου εντεταλμαι σοι και τοις παιδαριοις διαμεμαρτυρημαι εν τω τοπω τω λεγομενω θεου πιστις φελλανι αλεμωνι

21:4 και νυν ει εισιν υπο την χειρα σου πεντε αρτοι δος εις χειρα μου το ευρεθεν

21:5 και απεκριθη ο ιερευς τω δαυιδ και ειπεν ουκ εισιν αρτοι βεβηλοι υπο την χειρα μου οτι αλλ' η αρτοι αγιοι εισιν ει πεφυλαγμενα τα παιδαρια εστιν απο γυναικος και φαγεται

21:6 και απεκριθη δαυιδ τω ιερει και ειπεν αυτω αλλα απο γυναικος απεσχημεθα εχθες και τριτην ημεραν εν τω εξελθειν με εις οδον γεγονε παντα τα παιδαρια ηγνισμενα και αυτη η οδος βεβηλος διοτι αγιασθησεται σημερον δια τα σκευη μου

21:7 και εδωκεν αυτω αβιμελεχ ο ιερευς τους αρτους της προθεσεως οτι ουκ ην εκει αρτος οτι αλλ' η αρτοι του προσωπου οι αφηρημενοι εκ προσωπου κυριου παρατεθηναι αρτον θερμον η ημερα ελαβεν αυτους

21:8 και εκει ην εν των παιδαριων του σαουλ εν τη ημερα εκεινη συνεχομενος νεεσσαραν ενωπιον κυριου και ονομα αυτω δωηκ ο συρος νεμων τας ημιονους σαουλ

21:9 και ειπεν δαυιδ προς αβιμελεχ ιδε ει εστιν ενταυθα υπο την χειρα σου δορυ η ρομφαια οτι την ρομφαιαν μου και τα σκευη ουκ ειληφα εν τη χειρι μου οτι ην το ρημα του βασιλεως κατα σπουδην

21:10 και ειπεν ο ιερευς ιδου η ρομφαια γολιαθ του αλλοφυλου ον επαταξας εν τη κοιλαδι ηλα και αυτη ενειλημενη εν ιματιω ει ταυτην λημψη σεαυτω λαβε οτι ουκ εστιν ετερα παρεξ ταυτης ενταυθα και ειπεν δαυιδ ιδου ουκ εστιν ωσπερ αυτη δος μοι αυτην

21:11 και εδωκεν αυτην αυτω και ανεστη δαυιδ και εφυγεν εν τη ημερα εκεινη εκ προσωπου σαουλ και ηλθεν δαυιδ προς αγχους βασιλεα γεθ

21:12 και ειπαν οι παιδες αγχους προς αυτον ουχι ουτος δαυιδ ο βασιλευς της γης ουχι τουτω εξηρχον αι χορευουσαι λεγουσαι επαταξεν σαουλ εν χιλιασιν αυτου και δαυιδ εν μυριασιν αυτου

21:13 και εθετο δαυιδ τα ρηματα εν τη καρδια αυτου και εφοβηθη σφοδρα απο προσωπου αγχους βασιλεως γεθ

21:14 και ηλλοιωσεν το προσωπον αυτου ενωπιον αυτου και προσεποιησατο εν τη ημερα εκεινη και ετυμπανιζεν επι ταις θυραις της πολεως και παρεφερετο εν ταις χερσιν αυτου και επιπτεν επι τας θυρας της πυλης και τα σιελα αυτου κατερρει επι τον πωγωνα αυτου

21:15 και ειπεν αγχους προς τους παιδας αυτου ιδου ιδετε ανδρα επιλημπτον ινα τι εισηγαγετε αυτον προς με

21:16 η ελαττουμαι επιλημπτων εγω οτι εισαγειοχατε αυτον επιλημπτευεσθαι προς με ουτος ουκ εισελευσεται εις οικιαν

 

Created with FREE HTMLCompiler by BibleDatabase