HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 23

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

23:1 και απηγγελη τω δαυιδ λεγοντες ιδου οι αλλοφυλοι πολεμουσιν εν τη κειλα και αυτοι διαρπαζουσιν καταπατουσιν τους αλω

23:2 και επηρωτησεν δαυιδ δια του κυριου λεγων ει πορευθω και παταξω τους αλλοφυλους τουτους και ειπεν κυριος πορευου και παταξεις εν τοις αλλοφυλοις τουτοις και σωσεις την κειλα

23:3 και ειπαν οι ανδρες του δαυιδ προς αυτον ιδου ημεις ενταυθα εν τη ιουδαια φοβουμεθα και πως εσται εαν πορευθωμεν εις κειλα εις τα σκυλα των αλλοφυλων εισπορευσομεθα

23:4 και προσεθετο δαυιδ ερωτησαι ετι δια του κυριου και απεκριθη αυτω κυριος και ειπεν προς αυτον αναστηθι και καταβηθι εις κειλα οτι εγω παραδιδωμι τους αλλοφυλους εις χειρας σου

23:5 και επορευθη δαυιδ και οι ανδρες οι μετ' αυτου εις κειλα και επολεμησεν εν τοις αλλοφυλοις και εφυγον εκ προσωπου αυτου και απηγαγεν τα κτηνη αυτων και επαταξεν εν αυτοις πληγην μεγαλην και εσωσεν δαυιδ τους κατοικουντας κειλα

23:6 και εγενετο εν τω φυγειν αβιαθαρ υιον αβιμελεχ προς δαυιδ και αυτος μετα δαυιδ εις κειλα κατεβη εχων εφουδ εν τη χειρι αυτου

23:7 και απηγγελη τω σαουλ οτι ηκει δαυιδ εις κειλα και ειπεν σαουλ πεπρακεν αυτον ο θεος εις χειρας μου οτι αποκεκλεισται εισελθων εις πολιν θυρων και μοχλων

23:8 και παρηγγειλεν σαουλ παντι τω λαω εις πολεμον καταβαινειν εις κειλα συνεχειν τον δαυιδ και τους ανδρας αυτου

23:9 και εγνω δαυιδ οτι ου παρασιωπα σαουλ περι αυτου την κακιαν και ειπεν δαυιδ προς αβιαθαρ τον ιερεα προσαγαγε το εφουδ κυριου

23:10 και ειπεν δαυιδ κυριε ο θεος ισραηλ ακουων ακηκοεν ο δουλος σου οτι ζητει σαουλ ελθειν επι κειλα διαφθειραι την πολιν δι' εμε

23:11 ει αποκλεισθησεται και νυν ει καταβησεται σαουλ καθως ηκουσεν ο δουλος σου κυριε ο θεος ισραηλ απαγγειλον τω δουλω σου και ειπεν κυριος αποκλεισθησεται

23:13 και ανεστη δαυιδ και οι ανδρες οι μετ' αυτου ως τετρακοσιοι και εξηλθον εκ κειλα και επορευοντο ου εαν επορευθησαν και τω σαουλ απηγγελη οτι διασεσωται δαυιδ εκ κειλα και ανηκεν του εξελθειν

23:14 και εκαθισεν δαυιδ εν τη ερημω εν μασερεμ εν τοις στενοις και εκαθητο εν τη ερημω εν τω ορει ζιφ εν τη γη τη αυχμωδει και εζητει αυτον σαουλ πασας τας ημερας και ου παρεδωκεν αυτον κυριος εις τας χειρας αυτου

23:15 και ειδεν δαυιδ οτι εξερχεται σαουλ του ζητειν τον δαυιδ και δαυιδ εν τω ορει τω αυχμωδει εν τη καινη ζιφ

23:16 και ανεστη ιωναθαν υιος σαουλ και επορευθη προς δαυιδ εις καινην και εκραταιωσεν τας χειρας αυτου εν κυριω

23:17 και ειπεν προς αυτον μη φοβου οτι ου μη ευρη σε η χειρ σαουλ του πατρος μου και συ βασιλευσεις επι ισραηλ και εγω εσομαι σοι εις δευτερον και σαουλ ο πατηρ μου οιδεν ουτως

23:18 και διεθεντο αμφοτεροι διαθηκην ενωπιον κυριου και εκαθητο δαυιδ εν καινη και ιωναθαν απηλθεν εις οικον αυτου

23:19 και ανεβησαν οι ζιφαιοι εκ της αυχμωδους προς σαουλ επι τον βουνον λεγοντες ουκ ιδου δαυιδ κεκρυπται παρ' ημιν εν μεσσαρα εν τοις στενοις εν τη καινη εν τω βουνω του εχελα του εκ δεξιων του ιεσσαιμουν

23:20 και νυν παν το προς ψυχην του βασιλεως εις καταβασιν καταβαινετω προς ημας κεκλεικασιν αυτον εις τας χειρας του βασιλεως

23:21 και ειπεν αυτοις σαουλ ευλογημενοι υμεις τω κυριω οτι επονεσατε περι εμου

23:22 πορευθητε δη και ετοιμασατε ετι και γνωτε τον τοπον αυτου ου εσται ο πους αυτου εν ταχει εκει ου ειπατε μηποτε πανουργευσηται

23:23 και ιδετε και γνωτε και πορευσομεθα μεθ' υμων και εσται ει εστιν επι της γης και εξερευνησω αυτον εν πασαις χιλιασιν ιουδα

23:24 και ανεστησαν οι ζιφαιοι και επορευθησαν εμπροσθεν σαουλ και δαυιδ και οι ανδρες αυτου εν τη ερημω τη μααν καθ' εσπεραν εκ δεξιων του ιεσσαιμουν

23:25 και επορευθη σαουλ και οι ανδρες αυτου ζητειν αυτον και απηγγειλαν τω δαυιδ και κατεβη εις την πετραν την εν τη ερημω μααν και ηκουσεν σαουλ και κατεδιωξεν οπισω δαυιδ εις την ερημον μααν

23:26 και πορευονται σαουλ και οι ανδρες αυτου εκ μερους του ορους τουτου και ην δαυιδ και οι ανδρες αυτου εκ μερους του ορους τουτου και ην δαυιδ σκεπαζομενος πορευεσθαι απο προσωπου σαουλ και σαουλ και οι ανδρες αυτου παρενεβαλον επι δαυιδ και τους ανδρας αυτου συλλαβειν αυτους

23:27 και αγγελος προς σαουλ ηλθεν λεγων σπευδε και δευρο οτι επεθεντο οι αλλοφυλοι επι την γην

23:28 και ανεστρεψεν σαουλ μη καταδιωκειν οπισω δαυιδ και επορευθη εις συναντησιν των αλλοφυλων δια τουτο επεκληθη ο τοπος εκεινος πετρα η μερισθεισα

 

Created with FREE HTMLCompiler by BibleDatabase