HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 24

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

24:1 και ανεβη δαυιδ εκειθεν και εκαθισεν εν τοις στενοις εγγαδδι

24:2 και εγενηθη ως ανεστρεψεν σαουλ απο οπισθεν των αλλοφυλων και απηγγελη αυτω λεγοντων οτι δαυιδ εν τη ερημω εγγαδδι

24:3 και ελαβεν μεθ' εαυτου τρεις χιλιαδας ανδρων εκλεκτους εκ παντος ισραηλ και επορευθη ζητειν τον δαυιδ και τους ανδρας αυτου επι προσωπον σαδαιεμ

24:4 και ηλθεν εις τας αγελας των ποιμνιων τας επι της οδου και ην εκει σπηλαιον και σαουλ εισηλθεν παρασκευασασθαι και δαυιδ και οι ανδρες αυτου εσωτερον του σπηλαιου εκαθηντο

24:5 και ειπον οι ανδρες δαυιδ προς αυτον ιδου η ημερα αυτη ην ειπεν κυριος προς σε παραδουναι τον εχθρον σου εις τας χειρας σου και ποιησεις αυτω ως αγαθον εν οφθαλμοις σου και ανεστη δαυιδ και αφειλεν το πτερυγιον της διπλοιδος της σαουλ λαθραιως

24:6 και εγενηθη μετα ταυτα και επαταξεν καρδια δαυιδ αυτον οτι αφειλεν το πτερυγιον της διπλοιδος αυτου

24:7 και ειπεν δαυιδ προς τους ανδρας αυτου μηδαμως μοι παρα κυριου ει ποιησω το ρημα τουτο τω κυριω μου τω χριστω κυριου επενεγκαι χειρα μου επ' αυτον οτι χριστος κυριου εστιν ουτος

24:8 και επεισεν δαυιδ τους ανδρας αυτου εν λογοις και ουκ εδωκεν αυτοις ανασταντας θανατωσαι τον σαουλ και ανεστη σαουλ και κατεβη εις την οδον

24:9 και ανεστη δαυιδ οπισω αυτου εκ του σπηλαιου και εβοησεν δαυιδ οπισω σαουλ λεγων κυριε βασιλευ και επεβλεψεν σαουλ εις τα οπισω αυτου και εκυψεν δαυιδ επι προσωπον αυτου επι την γην και προσεκυνησεν αυτω

24:10 και ειπεν δαυιδ προς σαουλ ινα τι ακουεις των λογων του λαου λεγοντων ιδου δαυιδ ζητει την ψυχην σου

24:11 ιδου εν τη ημερα ταυτη εορακασιν οι οφθαλμοι σου ως παρεδωκεν σε κυριος σημερον εις χειρα μου εν τω σπηλαιω και ουκ ηβουληθην αποκτειναι σε και εφεισαμην σου και ειπα ουκ εποισω χειρα μου επι κυριον μου οτι χριστος κυριου ουτος εστιν

24:12 και ιδου το πτερυγιον της διπλοιδος σου εν τη χειρι μου εγω αφηρηκα το πτερυγιον και ουκ απεκταγκα σε και γνωθι και ιδε σημερον οτι ουκ εστιν κακια εν τη χειρι μου ουδε ασεβεια και αθετησις και ουχ ημαρτηκα εις σε και συ δεσμευεις την ψυχην μου λαβειν αυτην

24:13 δικασαι κυριος ανα μεσον εμου και σου και εκδικησαι με κυριος εκ σου και η χειρ μου ουκ εσται επι σοι

24:14 καθως λεγεται η παραβολη η αρχαια εξ ανομων εξελευσεται πλημμελεια και η χειρ μου ουκ εσται επι σε

24:15 και νυν οπισω τινος συ εκπορευη βασιλευ ισραηλ οπισω τινος καταδιωκεις συ οπισω κυνος τεθνηκοτος και οπισω ψυλλου ενος

24:16 γενοιτο κυριος εις κριτην και δικαστην ανα μεσον εμου και ανα μεσον σου ιδοι κυριος και κριναι την κρισιν μου και δικασαι μοι εκ χειρος σου

24:17 και εγενετο ως συνετελεσεν δαυιδ τα ρηματα ταυτα λαλων προς σαουλ και ειπεν σαουλ η φωνη σου αυτη τεκνον δαυιδ και ηρεν την φωνην αυτου σαουλ και εκλαυσεν

24:18 και ειπεν σαουλ προς δαυιδ δικαιος συ υπερ εμε οτι συ ανταπεδωκας μοι αγαθα εγω δε ανταπεδωκα σοι κακα

24:19 και συ απηγγειλας μοι σημερον α εποιησας μοι αγαθα ως απεκλεισεν με κυριος σημερον εις χειρας σου και ουκ απεκτεινας με

24:20 και οτι ει ευροιτο τις τον εχθρον αυτου εν θλιψει και εκπεμψαι αυτον εν οδω αγαθη και κυριος ανταποτεισει αυτω αγαθα καθως πεποιηκας σημερον

24:21 και νυν ιδου εγω γινωσκω οτι βασιλευων βασιλευσεις και στησεται εν χερσιν σου βασιλεια ισραηλ

24:22 και νυν ομοσον μοι εν κυριω οτι ουκ εξολεθρευσεις το σπερμα μου οπισω μου και ουκ αφανιεις το ονομα μου εκ του οικου του πατρος μου

24:23 και ωμοσεν δαυιδ τω σαουλ και απηλθεν σαουλ εις τον τοπον αυτου και δαυιδ και οι ανδρες αυτου ανεβησαν εις την μεσσαρα στενην

 

Created with FREE HTMLCompiler by BibleDatabase