HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 25

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

25:1 και απεθανεν σαμουηλ και συναθροιζονται πας ισραηλ και κοπτονται αυτον και θαπτουσιν αυτον εν οικω αυτου εν αρμαθαιμ και ανεστη δαυιδ και κατεβη εις την ερημον μααν

25:2 και ην ανθρωπος εν τη μααν και τα ποιμνια αυτου εν τω καρμηλω και ο ανθρωπος μεγας σφοδρα και τουτω ποιμνια τρισχιλια και αιγες χιλιαι και εγενηθη εν τω κειρειν το ποιμνιον αυτου εν τω καρμηλω

25:3 και ονομα τω ανθρωπω ναβαλ και ονομα τη γυναικι αυτου αβιγαια και η γυνη αυτου αγαθη συνεσει και καλη τω ειδει σφοδρα και ο ανθρωπος σκληρος και πονηρος εν επιτηδευμασιν και ο ανθρωπος κυνικος

25:4 και ηκουσεν δαυιδ εν τη ερημω οτι κειρει ναβαλ ο καρμηλιος το ποιμνιον αυτου

25:5 και δαυιδ απεστειλεν δεκα παιδαρια και ειπεν τοις παιδαριοις αναβητε εις καρμηλον και απελθατε προς ναβαλ και ερωτησατε αυτον επι τω ονοματι μου εις ειρηνην

25:6 και ερειτε ταδε εις ωρας και συ υγιαινων και ο οικος σου και παντα τα σα υγιαινοντα

25:7 και νυν ιδου ακηκοα οτι κειρουσιν σοι νυν οι ποιμενες σου οι ησαν μεθ' ημων εν τη ερημω και ουκ απεκωλυσαμεν αυτους και ουκ ενετειλαμεθα αυτοις ουθεν πασας τας ημερας οντων αυτων εν καρμηλω

25:8 ερωτησον τα παιδαρια σου και απαγγελουσιν σοι και ευρετωσαν τα παιδαρια χαριν εν οφθαλμοις σου οτι εφ' ημεραν αγαθην ηκομεν δος δη ο εαν ευρη η χειρ σου τω υιω σου τω δαυιδ

25:9 και ερχονται τα παιδαρια και λαλουσιν τους λογους τουτους προς ναβαλ κατα παντα τα ρηματα ταυτα εν τω ονοματι δαυιδ και ανεπηδησεν

25:10 και απεκριθη ναβαλ τοις παισιν δαυιδ και ειπεν τις ο δαυιδ και τις ο υιος ιεσσαι σημερον πεπληθυμμενοι εισιν οι δουλοι αναχωρουντες εκαστος εκ προσωπου του κυριου αυτου

25:11 και λημψομαι τους αρτους μου και τον οινον μου και τα θυματα μου α τεθυκα τοις κειρουσιν μου τα προβατα και δωσω αυτα ανδρασιν οις ουκ οιδα ποθεν εισιν

25:12 και απεστραφησαν τα παιδαρια δαυιδ εις οδον αυτων και ανεστρεψαν και ηλθον και ανηγγειλαν τω δαυιδ κατα τα ρηματα ταυτα

25:13 και ειπεν δαυιδ τοις ανδρασιν αυτου ζωσασθε εκαστος την ρομφαιαν αυτου και ανεβησαν οπισω δαυιδ ως τετρακοσιοι ανδρες και οι διακοσιοι εκαθισαν μετα των σκευων

25:14 και τη αβιγαια γυναικι ναβαλ απηγγειλεν εν των παιδαριων λεγων ιδου δαυιδ απεστειλεν αγγελους εκ της ερημου ευλογησαι τον κυριον ημων και εξεκλινεν απ' αυτων

25:15 και οι ανδρες αγαθοι ημιν σφοδρα ουκ απεκωλυσαν ημας ουδε ενετειλαντο ημιν πασας τας ημερας ας ημεν παρ' αυτοις και εν τω ειναι ημας εν αγρω

25:16 ως τειχος ησαν περι ημας και την νυκτα και την ημεραν πασας τας ημερας ας ημεθα παρ' αυτοις ποιμαινοντες το ποιμνιον

25:17 και νυν γνωθι και ιδε τι συ ποιησεις οτι συντετελεσται η κακια εις τον κυριον ημων και εις τον οικον αυτου και ουτος υιος λοιμος και ουκ εστιν λαλησαι προς αυτον

25:18 και εσπευσεν αβιγαια και ελαβεν διακοσιους αρτους και δυο αγγεια οινου και πεντε προβατα πεποιημενα και πεντε οιφι αλφιτου και γομορ εν σταφιδος και διακοσιας παλαθας και εθετο επι τους ονους

25:19 και ειπεν τοις παιδαριοις αυτης προπορευεσθε εμπροσθεν μου και ιδου εγω οπισω υμων παραγινομαι και τω ανδρι αυτης ουκ απηγγειλεν

25:20 και εγενηθη αυτης επιβεβηκυιης επι την ονον και καταβαινουσης εν σκεπη του ορους και ιδου δαυιδ και οι ανδρες αυτου κατεβαινον εις συναντησιν αυτης και απηντησεν αυτοις

25:21 και δαυιδ ειπεν ισως εις αδικον πεφυλακα παντα τα αυτου εν τη ερημω και ουκ ενετειλαμεθα λαβειν εκ παντων των αυτου ουθεν και ανταπεδωκεν μοι πονηρα αντι αγαθων

25:22 ταδε ποιησαι ο θεος τω δαυιδ και ταδε προσθειη ει υπολειψομαι εκ παντων των του ναβαλ εως πρωι ουρουντα προς τοιχον

25:23 και ειδεν αβιγαια τον δαυιδ και εσπευσεν και κατεπηδησεν απο της ονου και επεσεν ενωπιον δαυιδ επι προσωπον αυτης και προσεκυνησεν αυτω επι την γην

25:24 επι τους ποδας αυτου και ειπεν εν εμοι κυριε μου η αδικια λαλησατω δη η δουλη σου εις τα ωτα σου και ακουσον της δουλης σου λογον

25:25 μη δη θεσθω ο κυριος μου καρδιαν αυτου επι τον ανθρωπον τον λοιμον τουτον οτι κατα το ονομα αυτου ουτως εστιν ναβαλ ονομα αυτω και αφροσυνη μετ' αυτου και εγω η δουλη σου ουκ ειδον τα παιδαρια σου α απεστειλας

25:26 και νυν κυριε ζη κυριος και ζη η ψυχη σου καθως εκωλυσεν σε κυριος του μη ελθειν εις αιμα αθωον και σωζειν την χειρα σου σοι και νυν γενοιντο ως ναβαλ οι εχθροι σου και οι ζητουντες τω κυριω μου κακα

25:27 και νυν λαβε την ευλογιαν ταυτην ην ενηνοχεν η δουλη σου τω κυριω μου και δωσεις τοις παιδαριοις τοις παρεστηκοσιν τω κυριω μου

25:28 αρον δη το ανομημα της δουλης σου οτι ποιων ποιησει κυριος τω κυριω μου οικον πιστον οτι πολεμον κυριου ο κυριος μου πολεμει και κακια ουχ ευρεθησεται εν σοι πωποτε

25:29 και αναστησεται ανθρωπος καταδιωκων σε και ζητων την ψυχην σου και εσται η ψυχη κυριου μου ενδεδεμενη εν δεσμω της ζωης παρα κυριω τω θεω και ψυχην εχθρων σου σφενδονησεις εν μεσω της σφενδονης

25:30 και εσται οτι ποιησει κυριος τω κυριω μου παντα οσα ελαλησεν αγαθα επι σε και εντελειται σοι κυριος εις ηγουμενον επι ισραηλ

25:31 και ουκ εσται σοι τουτο βδελυγμος και σκανδαλον τω κυριω μου εκχεαι αιμα αθωον δωρεαν και σωσαι χειρα κυριου μου αυτω και αγαθωσει κυριος τω κυριω μου και μνησθηση της δουλης σου αγαθωσαι αυτη

25:32 και ειπεν δαυιδ τη αβιγαια ευλογητος κυριος ο θεος ισραηλ ος απεστειλεν σε σημερον εν ταυτη εις απαντησιν μου

25:33 και ευλογητος ο τροπος σου και ευλογημενη συ η αποκωλυσασα με σημερον εν ταυτη μη ελθειν εις αιματα και σωσαι χειρα μου εμοι

25:34 πλην οτι ζη κυριος ο θεος ισραηλ ος απεκωλυσεν με σημερον του κακοποιησαι σε οτι ει μη εσπευσας και παρεγενου εις απαντησιν μοι τοτε ειπα ει υπολειφθησεται τω ναβαλ εως φωτος του πρωι ουρων προς τοιχον

25:35 και ελαβεν δαυιδ εκ χειρος αυτης παντα α εφερεν αυτω και ειπεν αυτη αναβηθι εις ειρηνην εις οικον σου βλεπε ηκουσα της φωνης σου και ηρετισα το προσωπον σου

25:36 και παρεγενηθη αβιγαια προς ναβαλ και ιδου αυτω ποτος εν οικω αυτου ως ποτος βασιλεως και η καρδια ναβαλ αγαθη επ' αυτον και αυτος μεθυων εως σφοδρα και ουκ απηγγειλεν αυτω ρημα μικρον η μεγα εως φωτος του πρωι

25:37 και εγενετο πρωι ως εξενηψεν απο του οινου ναβαλ απηγγειλεν αυτω η γυνη αυτου τα ρηματα ταυτα και εναπεθανεν η καρδια αυτου εν αυτω και αυτος γινεται ως λιθος

25:38 και εγενετο ωσει δεκα ημεραι και επαταξεν κυριος τον ναβαλ και απεθανεν

25:39 και ηκουσεν δαυιδ και ειπεν ευλογητος κυριος ος εκρινεν την κρισιν του ονειδισμου μου εκ χειρος ναβαλ και τον δουλον αυτου περιεποιησατο εκ χειρος κακων και την κακιαν ναβαλ απεστρεψεν κυριος εις κεφαλην αυτου και απεστειλεν δαυιδ και ελαλησεν περι αβιγαιας λαβειν αυτην εαυτω εις γυναικα

25:40 και ηλθον οι παιδες δαυιδ προς αβιγαιαν εις καρμηλον και ελαλησαν αυτη λεγοντες δαυιδ απεστειλεν ημας προς σε λαβειν σε αυτω εις γυναικα

25:41 και ανεστη και προσεκυνησεν επι την γην επι προσωπον και ειπεν ιδου η δουλη σου εις παιδισκην νιψαι ποδας των παιδων σου

25:42 και ανεστη αβιγαια και επεβη επι την ονον και πεντε κορασια ηκολουθουν αυτη και επορευθη οπισω των παιδων δαυιδ και γινεται αυτω εις γυναικα

25:43 και την αχινααμ ελαβεν δαυιδ εξ ιεζραελ και αμφοτεραι ησαν αυτω γυναικες

25:44 και σαουλ εδωκεν μελχολ την θυγατερα αυτου την γυναικα δαυιδ τω φαλτι υιω λαις τω εκ ρομμα

 

Created with FREE HTMLCompiler by BibleDatabase