HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 26

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

26:1 και ερχονται οι ζιφαιοι εκ της αυχμωδους προς τον σαουλ εις τον βουνον λεγοντες ιδου δαυιδ σκεπαζεται μεθ' ημων εν τω βουνω του εχελα του κατα προσωπον του ιεσσαιμουν

26:2 και ανεστη σαουλ και κατεβη εις την ερημον ζιφ και μετ' αυτου τρεις χιλιαδες ανδρων εκλεκτοι εξ ισραηλ ζητειν τον δαυιδ εν τη ερημω ζιφ

26:3 και παρενεβαλεν σαουλ εν τω βουνω του εχελα επι προσωπου του ιεσσαιμουν επι της οδου και δαυιδ εκαθισεν εν τη ερημω και ειδεν δαυιδ οτι ηκει σαουλ οπισω αυτου εις την ερημον

26:4 και απεστειλεν δαυιδ κατασκοπους και εγνω οτι ηκει σαουλ ετοιμος εκ κειλα

26:5 και ανεστη δαυιδ λαθρα και εισπορευεται εις τον τοπον ου εκαθευδεν εκει σαουλ και εκει αβεννηρ υιος νηρ αρχιστρατηγος αυτου και σαουλ εκαθευδεν εν λαμπηνη και ο λαος παρεμβεβληκως κυκλω αυτου

26:6 και απεκριθη δαυιδ και ειπεν προς αχιμελεχ τον χετταιον και προς αβεσσα υιον σαρουιας αδελφον ιωαβ λεγων τις εισελευσεται μετ' εμου προς σαουλ εις την παρεμβολην και ειπεν αβεσσα εγω εισελευσομαι μετα σου

26:7 και εισπορευεται δαυιδ και αβεσσα εις τον λαον την νυκτα και ιδου σαουλ καθευδων υπνω εν λαμπηνη και το δορυ εμπεπηγος εις την γην προς κεφαλης αυτου και αβεννηρ και ο λαος αυτου εκαθευδεν κυκλω αυτου

26:8 και ειπεν αβεσσα προς δαυιδ απεκλεισεν σημερον κυριος τον εχθρον σου εις τας χειρας σου και νυν παταξω αυτον τω δορατι εις την γην απαξ και ου δευτερωσω αυτω

26:9 και ειπεν δαυιδ προς αβεσσα μη ταπεινωσης αυτον οτι τις εποισει χειρα αυτου επι χριστον κυριου και αθωωθησεται

26:10 και ειπεν δαυιδ ζη κυριος εαν μη κυριος παιση αυτον η η ημερα αυτου ελθη και αποθανη η εις πολεμον καταβη και προστεθη

26:11 μηδαμως μοι παρα κυριου επενεγκειν χειρα μου επι χριστον κυριου και νυν λαβε δη το δορυ απο προς κεφαλης αυτου και τον φακον του υδατος και απελθωμεν καθ' εαυτους

26:12 και ελαβεν δαυιδ το δορυ και τον φακον του υδατος απο προς κεφαλης αυτου και απηλθον καθ' εαυτους και ουκ ην ο βλεπων και ουκ ην ο γινωσκων και ουκ ην ο εξεγειρομενος παντες υπνουντες οτι θαμβος κυριου επεπεσεν επ' αυτους

26:13 και διεβη δαυιδ εις το περαν και εστη επι την κορυφην του ορους μακροθεν και πολλη η οδος ανα μεσον αυτων

26:14 και προσεκαλεσατο δαυιδ τον λαον και τω αβεννηρ ελαλησεν λεγων ουκ αποκριθησει αβεννηρ και απεκριθη αβεννηρ και ειπεν τις ει συ ο καλων με

26:15 και ειπεν δαυιδ προς αβεννηρ ουκ ανηρ συ και τις ως συ εν ισραηλ και δια τι ου φυλασσεις τον κυριον σου τον βασιλεα οτι εισηλθεν εις εκ του λαου διαφθειραι τον βασιλεα κυριον σου

26:16 και ουκ αγαθον το ρημα τουτο ο πεποιηκας ζη κυριος οτι υιοι θανατωσεως υμεις οι φυλασσοντες τον βασιλεα κυριον υμων τον χριστον κυριου και νυν ιδε δη το δορυ του βασιλεως και ο φακος του υδατος που εστιν τα προς κεφαλης αυτου

26:17 και επεγνω σαουλ την φωνην του δαυιδ και ειπεν η φωνη σου αυτη τεκνον δαυιδ και ειπεν δαυιδ δουλος σου κυριε βασιλευ

26:18 και ειπεν ινα τι τουτο καταδιωκει ο κυριος μου οπισω του δουλου αυτου οτι τι ημαρτηκα και τι ευρεθη εν εμοι αδικημα

26:19 και νυν ακουσατω δη ο κυριος μου ο βασιλευς το ρημα του δουλου αυτου ει ο θεος επισειει σε επ' εμε οσφρανθειη θυσιας σου και ει υιοι ανθρωπων επικαταρατοι ουτοι ενωπιον κυριου οτι εξεβαλον με σημερον μη εστηρισθαι εν κληρονομια κυριου λεγοντες πορευου δουλευε θεοις ετεροις

26:20 και νυν μη πεσοι το αιμα μου επι την γην εξ εναντιας προσωπου κυριου οτι εξεληλυθεν ο βασιλευς ισραηλ ζητειν την ψυχην μου καθως καταδιωκει ο νυκτικοραξ εν τοις ορεσιν

26:21 και ειπεν σαουλ ημαρτηκα επιστρεφε τεκνον δαυιδ οτι ου κακοποιησω σε ανθ' ων εντιμος ψυχη μου εν οφθαλμοις σου εν τη σημερον μεματαιωμαι και ηγνοηκα πολλα σφοδρα

26:22 και απεκριθη δαυιδ και ειπεν ιδου το δορυ του βασιλεως διελθετω εις των παιδαριων και λαβετω αυτο

26:23 και κυριος επιστρεψει εκαστω τας δικαιοσυνας αυτου και την πιστιν αυτου ως παρεδωκεν σε κυριος σημερον εις χειρας μου και ουκ ηθελησα επενεγκειν χειρα μου επι χριστον κυριου

26:24 και ιδου καθως εμεγαλυνθη η ψυχη σου σημερον εν ταυτη εν οφθαλμοις μου ουτως μεγαλυνθειη η ψυχη μου ενωπιον κυριου και σκεπασαι με και εξελειται με εκ πασης θλιψεως

26:25 και ειπεν σαουλ προς δαυιδ ευλογημενος συ τεκνον και ποιων ποιησεις και δυναμενος δυνησει και απηλθεν δαυιδ εις την οδον αυτου και σαουλ ανεστρεψεν εις τον τοπον αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase