HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 27

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

27:1 και ειπεν δαυιδ εν τη καρδια αυτου λεγων νυν προστεθησομαι εν ημερα μια εις χειρας σαουλ και ουκ εστιν μοι αγαθον εαν μη σωθω εις γην αλλοφυλων και ανη σαουλ του ζητειν με εις παν οριον ισραηλ και σωθησομαι εκ χειρος αυτου

27:2 και ανεστη δαυιδ και οι τετρακοσιοι ανδρες μετ' αυτου και επορευθη προς αγχους υιον αμμαχ βασιλεα γεθ

27:3 και εκαθισεν δαυιδ μετα αγχους εν γεθ αυτος και οι ανδρες αυτου εκαστος και ο οικος αυτου και δαυιδ και αμφοτεραι αι γυναικες αυτου αχινααμ η ιεζραηλιτις και αβιγαια η γυνη ναβαλ του καρμηλιου

27:4 και ανηγγελη τω σαουλ οτι πεφευγεν δαυιδ εις γεθ και ου προσεθετο ετι ζητειν αυτον

27:5 και ειπεν δαυιδ προς αγχους ει δη ευρηκεν ο δουλος σου χαριν εν οφθαλμοις σου δοτωσαν δη μοι τοπον εν μια των πολεων των κατ' αγρον και καθησομαι εκει και ινα τι καθηται ο δουλος σου εν πολει βασιλευομενη μετα σου

27:6 και εδωκεν αυτω εν τη ημερα εκεινη την σεκελακ δια τουτο εγενηθη σεκελακ τω βασιλει της ιουδαιας εως της ημερας ταυτης

27:7 και εγενηθη ο αριθμος των ημερων ων εκαθισεν δαυιδ εν αγρω των αλλοφυλων τεσσαρας μηνας

27:8 και ανεβαινεν δαυιδ και οι ανδρες αυτου και επετιθεντο επι παντα τον γεσιρι και επι τον αμαληκιτην και ιδου η γη κατωκειτο απο ανηκοντων η απο γελαμψουρ τετειχισμενων και εως γης αιγυπτου

27:9 και ετυπτε την γην και ουκ εζωογονει ανδρα και γυναικα και ελαμβανεν ποιμνια και βουκολια και ονους και καμηλους και ιματισμον και ανεστρεψαν και ηρχοντο προς αγχους

27:10 και ειπεν αγχους προς δαυιδ επι τινα επεθεσθε σημερον και ειπεν δαυιδ προς αγχους κατα νοτον της ιουδαιας και κατα νοτον ιεσμεγα και κατα νοτον του κενεζι

27:11 και ανδρα και γυναικα ουκ εζωογονησεν του εισαγαγειν εις γεθ λεγων μη αναγγειλωσιν εις γεθ καθ' ημων λεγοντες ταδε δαυιδ ποιει και τοδε το δικαιωμα αυτου πασας τας ημερας ας εκαθητο δαυιδ εν αγρω των αλλοφυλων

27:12 και επιστευθη δαυιδ εν τω αγχους σφοδρα λεγων ησχυνται αισχυνομενος εν τω λαω αυτου εν ισραηλ και εσται μοι δουλος εις τον αιωνα

 

Created with FREE HTMLCompiler by BibleDatabase