HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 28

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

28:1 και εγενηθη εν ταις ημεραις εκειναις και συναθροιζονται αλλοφυλοι εν ταις παρεμβολαις αυτων εξελθειν πολεμειν μετα ισραηλ και ειπεν αγχους προς δαυιδ γινωσκων γνωσει οτι μετ' εμου εξελευσει εις πολεμον συ και οι ανδρες σου

28:2 και ειπεν δαυιδ προς αγχους ουτω νυν γνωσει α ποιησει ο δουλος σου και ειπεν αγχους προς δαυιδ ουτως αρχισωματοφυλακα θησομαι σε πασας τας ημερας

28:3 και σαμουηλ απεθανεν και εκοψαντο αυτον πας ισραηλ και θαπτουσιν αυτον εν αρμαθαιμ εν πολει αυτου και σαουλ περιειλεν τους εγγαστριμυθους και τους γνωστας απο της γης

28:4 και συναθροιζονται οι αλλοφυλοι και ερχονται και παρεμβαλλουσιν εις σωμαν και συναθροιζει σαουλ παντα ανδρα ισραηλ και παρεμβαλλουσιν εις γελβουε

28:5 και ειδεν σαουλ την παρεμβολην των αλλοφυλων και εφοβηθη και εξεστη η καρδια αυτου σφοδρα

28:6 και επηρωτησεν σαουλ δια κυριου και ουκ απεκριθη αυτω κυριος εν τοις ενυπνιοις και εν τοις δηλοις και εν τοις προφηταις

28:7 και ειπεν σαουλ τοις παισιν αυτου ζητησατε μοι γυναικα εγγαστριμυθον και πορευσομαι προς αυτην και ζητησω εν αυτη και ειπαν οι παιδες αυτου προς αυτον ιδου γυνη εγγαστριμυθος εν αενδωρ

28:8 και συνεκαλυψατο σαουλ και περιεβαλετο ιματια ετερα και πορευεται αυτος και δυο ανδρες μετ' αυτου και ερχονται προς την γυναικα νυκτος και ειπεν αυτη μαντευσαι δη μοι εν τω εγγαστριμυθω και αναγαγε μοι ον εαν ειπω σοι

28:9 και ειπεν η γυνη προς αυτον ιδου δη συ οιδας οσα εποιησεν σαουλ ως εξωλεθρευσεν τους εγγαστριμυθους και τους γνωστας απο της γης και ινα τι συ παγιδευεις την ψυχην μου θανατωσαι αυτην

28:10 και ωμοσεν αυτη σαουλ λεγων ζη κυριος ει απαντησεται σοι αδικια εν τω λογω τουτω

28:11 και ειπεν η γυνη τινα αναγαγω σοι και ειπεν τον σαμουηλ αναγαγε μοι

28:12 και ειδεν η γυνη τον σαμουηλ και ανεβοησεν φωνη μεγαλη και ειπεν η γυνη προς σαουλ ινα τι παρελογισω με και συ ει σαουλ

28:13 και ειπεν αυτη ο βασιλευς μη φοβου ειπον τινα εορακας και ειπεν αυτω θεους εορακα αναβαινοντας εκ της γης

28:14 και ειπεν αυτη τι εγνως και ειπεν αυτω ανδρα ορθιον αναβαινοντα εκ της γης και ουτος διπλοιδα αναβεβλημενος και εγνω σαουλ οτι σαμουηλ ουτος και εκυψεν επι προσωπον αυτου επι την γην και προσεκυνησεν αυτω

28:15 και ειπεν σαμουηλ ινα τι παρηνωχλησας μοι αναβηναι με και ειπεν σαουλ θλιβομαι σφοδρα και οι αλλοφυλοι πολεμουσιν εν εμοι και ο θεος αφεστηκεν απ' εμου και ουκ επακηκοεν μοι ετι και εν χειρι των προφητων και εν τοις ενυπνιοις και νυν κεκληκα σε γνωρισαι μοι τι ποιησω

28:16 και ειπεν σαμουηλ ινα τι επερωτας με και κυριος αφεστηκεν απο σου και γεγονεν μετα του πλησιον σου

28:17 και πεποιηκεν κυριος σοι καθως ελαλησεν εν χειρι μου και διαρρηξει κυριος την βασιλειαν σου εκ χειρος σου και δωσει αυτην τω πλησιον σου τω δαυιδ

28:18 διοτι ουκ ηκουσας φωνης κυριου και ουκ εποιησας θυμον οργης αυτου εν αμαληκ δια τουτο το ρημα εποιησεν κυριος σοι τη ημερα ταυτη

28:19 και παραδωσει κυριος τον ισραηλ μετα σου εις χειρας αλλοφυλων και αυριον συ και οι υιοι σου μετα σου πεσουνται και την παρεμβολην ισραηλ δωσει κυριος εις χειρας αλλοφυλων

28:20 και εσπευσεν σαουλ και επεσεν εστηκως επι την γην και εφοβηθη σφοδρα απο των λογων σαμουηλ και ισχυς εν αυτω ουκ ην ετι ου γαρ εφαγεν αρτον ολην την ημεραν και ολην την νυκτα εκεινην

28:21 και εισηλθεν η γυνη προς σαουλ και ειδεν οτι εσπευσεν σφοδρα και ειπεν προς αυτον ιδου δη ηκουσεν η δουλη σου της φωνης σου και εθεμην την ψυχην μου εν τη χειρι μου και ηκουσα τους λογους ους ελαλησας μοι

28:22 και νυν ακουσον δη φωνης της δουλης σου και παραθησω ενωπιον σου ψωμον αρτου και φαγε και εσται εν σοι ισχυς οτι πορευση εν οδω

28:23 και ουκ εβουληθη φαγειν και παρεβιαζοντο αυτον οι παιδες αυτου και η γυνη και ηκουσεν της φωνης αυτων και ανεστη απο της γης και εκαθισεν επι τον διφρον

28:24 και τη γυναικι ην δαμαλις νομας εν τη οικια και εσπευσεν και εθυσεν αυτην και ελαβεν αλευρα και εφυρασεν και επεψεν αζυμα

28:25 και προσηγαγεν ενωπιον σαουλ και ενωπιον των παιδων αυτου και εφαγον και ανεστησαν και απηλθον την νυκτα εκεινην

 

Created with FREE HTMLCompiler by BibleDatabase