HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

1 Samuel 29

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28] [29] [30] [31]

29:1 και συναθροιζουσιν αλλοφυλοι πασας τας παρεμβολας αυτων εις αφεκ και ισραηλ παρενεβαλεν εν αενδωρ τη εν ιεζραελ

29:2 και σατραπαι αλλοφυλων παρεπορευοντο εις εκατονταδας και χιλιαδας και δαυιδ και οι ανδρες αυτου παρεπορευοντο επ' εσχατων μετα αγχους

29:3 και ειπον οι σατραπαι των αλλοφυλων τινες οι διαπορευομενοι ουτοι και ειπεν αγχους προς τους στρατηγους των αλλοφυλων ουχ ουτος δαυιδ ο δουλος σαουλ βασιλεως ισραηλ γεγονεν μεθ' ημων ημερας τουτο δευτερον ετος και ουχ ευρηκα εν αυτω ουθεν αφ' ης ημερας ενεπεσεν προς με και εως της ημερας ταυτης

29:4 και ελυπηθησαν επ' αυτω οι στρατηγοι των αλλοφυλων και λεγουσιν αυτω αποστρεψον τον ανδρα εις τον τοπον αυτου ου κατεστησας αυτον εκει και μη ερχεσθω μεθ' ημων εις τον πολεμον και μη γινεσθω επιβουλος της παρεμβολης και εν τινι διαλλαγησεται ουτος τω κυριω αυτου ουχι εν ταις κεφαλαις των ανδρων εκεινων

29:5 ουχ ουτος δαυιδ ω εξηρχον εν χοροις λεγοντες επαταξεν σαουλ εν χιλιασιν αυτου και δαυιδ εν μυριασιν αυτου

29:6 και εκαλεσεν αγχους τον δαυιδ και ειπεν αυτω ζη κυριος οτι ευθης συ και αγαθος εν οφθαλμοις μου και η εξοδος σου και η εισοδος σου μετ' εμου εν τη παρεμβολη και οτι ουχ ευρηκα κατα σου κακιαν αφ' ης ημερας ηκεις προς με εως της σημερον ημερας και εν οφθαλμοις των σατραπων ουκ αγαθος συ

29:7 και νυν αναστρεφε και πορευου εις ειρηνην και ου μη ποιησεις κακιαν εν οφθαλμοις των σατραπων των αλλοφυλων

29:8 και ειπεν δαυιδ προς αγχους τι πεποιηκα σοι και τι ευρες εν τω δουλω σου αφ' ης ημερας ημην ενωπιον σου και εως της ημερας ταυτης οτι ου μη ελθω πολεμησαι τους εχθρους του κυριου μου του βασιλεως

29:9 και απεκριθη αγχους προς δαυιδ οιδα οτι αγαθος συ εν οφθαλμοις μου αλλ' οι σατραπαι των αλλοφυλων λεγουσιν ουχ ηξει μεθ' ημων εις πολεμον

29:10 και νυν ορθρισον το πρωι συ και οι παιδες του κυριου σου οι ηκοντες μετα σου και πορευεσθε εις τον τοπον ου κατεστησα υμας εκει και λογον λοιμον μη θης εν καρδια σου οτι αγαθος συ ενωπιον μου και ορθρισατε εν τη οδω και φωτισατω υμιν και πορευθητε

29:11 και ωρθρισεν δαυιδ αυτος και οι ανδρες αυτου απελθειν και φυλασσειν την γην των αλλοφυλων και οι αλλοφυλοι ανεβησαν πολεμειν επι ισραηλ

 

Created with FREE HTMLCompiler by BibleDatabase