HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 1

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

1:1 και εγενετο μετα το αποθανειν σαουλ και δαυιδ ανεστρεψεν τυπτων τον αμαληκ και εκαθισεν δαυιδ εν σεκελακ ημερας δυο

1:2 και εγενηθη τη ημερα τη τριτη και ιδου ανηρ ηλθεν εκ της παρεμβολης εκ του λαου σαουλ και τα ιματια αυτου διερρωγοτα και γη επι της κεφαλης αυτου και εγενετο εν τω εισελθειν αυτον προς δαυιδ και επεσεν επι την γην και προσεκυνησεν αυτω

1:3 και ειπεν αυτω δαυιδ ποθεν συ παραγινη και ειπεν προς αυτον εκ της παρεμβολης ισραηλ εγω διασεσωσμαι

1:4 και ειπεν αυτω δαυιδ τις ο λογος ουτος απαγγειλον μοι και ειπεν οτι εφυγεν ο λαος εκ του πολεμου και πεπτωκασι πολλοι εκ του λαου και απεθανον και απεθανεν και σαουλ και ιωναθαν ο υιος αυτου απεθανεν

1:5 και ειπεν δαυιδ τω παιδαριω τω απαγγελλοντι αυτω πως οιδας οτι τεθνηκεν σαουλ και ιωναθαν ο υιος αυτου

1:6 και ειπεν το παιδαριον το απαγγελλον αυτω περιπτωματι περιεπεσον εν τω ορει τω γελβουε και ιδου σαουλ επεστηρικτο επι το δορυ αυτου και ιδου τα αρματα και οι ιππαρχαι συνηψαν αυτω

1:7 και επεβλεψεν επι τα οπισω αυτου και ειδεν με και εκαλεσεν με και ειπα ιδου εγω

1:8 και ειπεν μοι τις ει συ και ειπα αμαληκιτης εγω ειμι

1:9 και ειπεν προς με στηθι δη επανω μου και θανατωσον με οτι κατεσχεν με σκοτος δεινον οτι πασα η ψυχη μου εν εμοι

1:10 και επεστην επ' αυτον και εθανατωσα αυτον οτι ηδειν οτι ου ζησεται μετα το πεσειν αυτον και ελαβον το βασιλειον το επι την κεφαλην αυτου και τον χλιδωνα τον επι του βραχιονος αυτου και ενηνοχα αυτα τω κυριω μου ωδε

1:11 και εκρατησεν δαυιδ των ιματιων αυτου και διερρηξεν αυτα και παντες οι ανδρες οι μετ' αυτου διερρηξαν τα ιματια αυτων

1:12 και εκοψαντο και εκλαυσαν και ενηστευσαν εως δειλης επι σαουλ και επι ιωναθαν τον υιον αυτου και επι τον λαον ιουδα και επι τον οικον ισραηλ οτι επληγησαν εν ρομφαια

1:13 και ειπεν δαυιδ τω παιδαριω τω απαγγελλοντι αυτω ποθεν ει συ και ειπεν υιος ανδρος παροικου αμαληκιτου εγω ειμι

1:14 και ειπεν αυτω δαυιδ πως ουκ εφοβηθης επενεγκειν χειρα σου διαφθειραι τον χριστον κυριου

1:15 και εκαλεσεν δαυιδ εν των παιδαριων αυτου και ειπεν προσελθων απαντησον αυτω και επαταξεν αυτον και απεθανεν

1:16 και ειπεν δαυιδ προς αυτον το αιμα σου επι την κεφαλην σου οτι το στομα σου απεκριθη κατα σου λεγων οτι εγω εθανατωσα τον χριστον κυριου

1:17 και εθρηνησεν δαυιδ τον θρηνον τουτον επι σαουλ και επι ιωναθαν τον υιον αυτου

1:18 και ειπεν του διδαξαι τους υιους ιουδα ιδου γεγραπται επι βιβλιου του ευθους

1:19 στηλωσον ισραηλ υπερ των τεθνηκοτων επι τα υψη σου τραυματιων πως επεσαν δυνατοι

1:20 μη αναγγειλητε εν γεθ και μη ευαγγελισησθε εν ταις εξοδοις ασκαλωνος μηποτε ευφρανθωσιν θυγατερες αλλοφυλων μηποτε αγαλλιασωνται θυγατερες των απεριτμητων

1:21 ορη τα εν γελβουε μη καταβη δροσος και μη υετος εφ' υμας και αγροι απαρχων οτι εκει προσωχθισθη θυρεος δυνατων θυρεος σαουλ ουκ εχρισθη εν ελαιω

1:22 αφ' αιματος τραυματιων απο στεατος δυνατων τοξον ιωναθαν ουκ απεστραφη κενον εις τα οπισω και ρομφαια σαουλ ουκ ανεκαμψεν κενη

1:23 σαουλ και ιωναθαν οι ηγαπημενοι και ωραιοι ου διακεχωρισμενοι ευπρεπεις εν τη ζωη αυτων και εν τω θανατω αυτων ου διεχωρισθησαν υπερ αετους κουφοι και υπερ λεοντας εκραταιωθησαν

1:24 θυγατερες ισραηλ επι σαουλ κλαυσατε τον ενδιδυσκοντα υμας κοκκινα μετα κοσμου υμων τον αναφεροντα κοσμον χρυσουν επι τα ενδυματα υμων

1:25 πως επεσαν δυνατοι εν μεσω του πολεμου ιωναθαν επι τα υψη σου τραυματιας

1:26 αλγω επι σοι αδελφε μου ιωναθαν ωραιωθης μοι σφοδρα εθαυμαστωθη η αγαπησις σου εμοι υπερ αγαπησιν γυναικων

1:27 πως επεσαν δυνατοι και απωλοντο σκευη πολεμικα

 

Created with FREE HTMLCompiler by BibleDatabase