HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

2:1 και εγενετο μετα ταυτα και επηρωτησεν δαυιδ εν κυριω λεγων ει αναβω εις μιαν των πολεων ιουδα και ειπεν κυριος προς αυτον αναβηθι και ειπεν δαυιδ που αναβω και ειπεν εις χεβρων

2:2 και ανεβη εκει δαυιδ εις χεβρων και αμφοτεραι αι γυναικες αυτου αχινοομ η ιεζραηλιτις και αβιγαια η γυνη ναβαλ του καρμηλιου

2:3 και οι ανδρες οι μετ' αυτου εκαστος και ο οικος αυτου και κατωκουν εν ταις πολεσιν χεβρων

2:4 και ερχονται ανδρες της ιουδαιας και χριουσιν τον δαυιδ εκει του βασιλευειν επι τον οικον ιουδα και απηγγειλαν τω δαυιδ λεγοντες οτι οι ανδρες ιαβις της γαλααδιτιδος εθαψαν τον σαουλ

2:5 και απεστειλεν δαυιδ αγγελους προς τους ηγουμενους ιαβις της γαλααδιτιδος και ειπεν προς αυτους ευλογημενοι υμεις τω κυριω οτι πεποιηκατε το ελεος τουτο επι τον κυριον υμων επι σαουλ τον χριστον κυριου και εθαψατε αυτον και ιωναθαν τον υιον αυτου

2:6 και νυν ποιησαι κυριος μεθ' υμων ελεος και αληθειαν και γε εγω ποιησω μεθ' υμων τα αγαθα ταυτα οτι εποιησατε το ρημα τουτο

2:7 και νυν κραταιουσθωσαν αι χειρες υμων και γινεσθε εις υιους δυνατους οτι τεθνηκεν ο κυριος υμων σαουλ και γε εμε κεχρικεν ο οικος ιουδα εφ' εαυτους εις βασιλεα

2:8 και αβεννηρ υιος νηρ αρχιστρατηγος του σαουλ ελαβεν τον ιεβοσθε υιον σαουλ και ανεβιβασεν αυτον εκ της παρεμβολης εις μαναεμ

2:9 και εβασιλευσεν αυτον επι την γαλααδιτιν και επι τον θασιρι και επι τον ιεζραελ και επι τον εφραιμ και επι τον βενιαμιν και επι παντα ισραηλ

2:10 τεσσαρακοντα ετων ιεβοσθε υιος σαουλ οτε εβασιλευσεν επι τον ισραηλ και δυο ετη εβασιλευσεν πλην του οικου ιουδα οι ησαν οπισω δαυιδ

2:11 και εγενοντο αι ημεραι ας δαυιδ εβασιλευσεν εν χεβρων επι τον οικον ιουδα επτα ετη και εξ μηνας

2:12 και εξηλθεν αβεννηρ υιος νηρ και οι παιδες ιεβοσθε υιου σαουλ εκ μαναεμ εις γαβαων

2:13 και ιωαβ υιος σαρουιας και οι παιδες δαυιδ εξηλθοσαν εκ χεβρων και συναντωσιν αυτοις επι την κρηνην την γαβαων επι το αυτο και εκαθισαν ουτοι επι την κρηνην την γαβαων εντευθεν και ουτοι επι την κρηνην εντευθεν

2:14 και ειπεν αβεννερ προς ιωαβ αναστητωσαν δη τα παιδαρια και παιξατωσαν ενωπιον ημων και ειπεν ιωαβ αναστητωσαν

2:15 και ανεστησαν και παρηλθον εν αριθμω των παιδων βενιαμιν δωδεκα των ιεβοσθε υιου σαουλ και δωδεκα εκ των παιδων δαυιδ

2:16 και εκρατησαν εκαστος τη χειρι την κεφαλην του πλησιον αυτου και μαχαιρα αυτου εις πλευραν του πλησιον αυτου και πιπτουσιν κατα το αυτο και εκληθη το ονομα του τοπου εκεινου μερις των επιβουλων η εστιν εν γαβαων

2:17 και εγενετο ο πολεμος σκληρος ωστε λιαν εν τη ημερα εκεινη και επταισεν αβεννηρ και ανδρες ισραηλ ενωπιον παιδων δαυιδ

2:18 και εγενοντο εκει τρεις υιοι σαρουιας ιωαβ και αβεσσα και ασαηλ και ασαηλ κουφος τοις ποσιν αυτου ωσει μια δορκας εν αγρω

2:19 και κατεδιωξεν ασαηλ οπισω αβεννηρ και ουκ εξεκλινεν του πορευεσθαι εις δεξια ουδε εις αριστερα κατοπισθεν αβεννηρ

2:20 και επεβλεψεν αβεννηρ εις τα οπισω αυτου και ειπεν ει συ ει αυτος ασαηλ και ειπεν εγω ειμι

2:21 και ειπεν αυτω αβεννηρ εκκλινον συ εις τα δεξια η εις τα αριστερα και κατασχε σαυτω εν των παιδαριων και λαβε σεαυτω την πανοπλιαν αυτου και ουκ ηθελησεν ασαηλ εκκλιναι εκ των οπισθεν αυτου

2:22 και προσεθετο ετι αβεννηρ λεγων τω ασαηλ αποστηθι απ' εμου ινα μη παταξω σε εις την γην και πως αρω το προσωπον μου προς ιωαβ και που εστιν ταυτα επιστρεφε προς ιωαβ τον αδελφον σου

2:23 και ουκ εβουλετο του αποστηναι και τυπτει αυτον αβεννηρ εν τω οπισω του δορατος επι την ψοαν και διεξηλθεν το δορυ εκ των οπισω αυτου και πιπτει εκει και αποθνησκει υποκατω αυτου και εγενετο πας ο ερχομενος εως του τοπου ου επεσεν εκει ασαηλ και απεθανεν και υφιστατο

2:24 και κατεδιωξεν ιωαβ και αβεσσα οπισω αβεννηρ και ο ηλιος εδυνεν και αυτοι εισηλθον εως του βουνου αμμαν ο εστιν επι προσωπου γαι οδον ερημον γαβαων

2:25 και συναθροιζονται υιοι βενιαμιν οι οπισω αβεννηρ και εγενηθησαν εις συναντησιν μιαν και εστησαν επι κεφαλην βουνου ενος

2:26 και εκαλεσεν αβεννηρ ιωαβ και ειπεν μη εις νικος καταφαγεται η ρομφαια η ουκ οιδας οτι πικρα εσται εις τα εσχατα και εως ποτε ου μη ειπης τω λαω αναστρεφειν απο οπισθεν των αδελφων ημων

2:27 και ειπεν ιωαβ ζη κυριος οτι ει μη ελαλησας διοτι τοτε εκ πρωιθεν ανεβη ο λαος εκαστος κατοπισθεν του αδελφου αυτου

2:28 και εσαλπισεν ιωαβ τη σαλπιγγι και απεστησαν πας ο λαος και ου κατεδιωξαν οπισω του ισραηλ και ου προσεθεντο ετι του πολεμειν

2:29 και αβεννηρ και οι ανδρες αυτου απηλθον εις δυσμας ολην την νυκτα εκεινην και διεβαιναν τον ιορδανην και επορευθησαν ολην την παρατεινουσαν και ερχονται εις την παρεμβολην

2:30 και ιωαβ ανεστρεψεν οπισθεν απο του αβεννηρ και συνηθροισεν παντα τον λαον και επεσκεπησαν των παιδων δαυιδ εννεακαιδεκα ανδρες και ασαηλ

2:31 και οι παιδες δαυιδ επαταξαν των υιων βενιαμιν των ανδρων αβεννηρ τριακοσιους εξηκοντα ανδρας παρ' αυτου

2:32 και αιρουσιν τον ασαηλ και θαπτουσιν αυτον εν τω ταφω του πατρος αυτου εν βαιθλεεμ και επορευθη ιωαβ και οι ανδρες οι μετ' αυτου ολην την νυκτα και διεφαυσεν αυτοις εν χεβρων

 

Created with FREE HTMLCompiler by BibleDatabase