HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

3:1 και εγενετο ο πολεμος επι πολυ ανα μεσον του οικου σαουλ και ανα μεσον του οικου δαυιδ και ο οικος δαυιδ επορευετο και εκραταιουτο και ο οικος σαουλ επορευετο και ησθενει

3:2 και ετεχθησαν τω δαυιδ υιοι εν χεβρων και ην ο πρωτοτοκος αυτου αμνων της αχινοομ της ιεζραηλιτιδος

3:3 και ο δευτερος αυτου δαλουια της αβιγαιας της καρμηλιας και ο τριτος αβεσσαλωμ υιος μααχα θυγατρος θολμι βασιλεως γεσιρ

3:4 και ο τεταρτος ορνια υιος φεγγιθ και ο πεμπτος σαβατια της αβιταλ

3:5 και ο εκτος ιεθερααμ της αιγλα γυναικος δαυιδ ουτοι ετεχθησαν τω δαυιδ εν χεβρων

3:6 και εγενετο εν τω ειναι τον πολεμον ανα μεσον του οικου σαουλ και ανα μεσον του οικου δαυιδ και αβεννηρ ην κρατων του οικου σαουλ

3:7 και τω σαουλ παλλακη ρεσφα θυγατηρ ιαλ και ειπεν μεμφιβοσθε υιος σαουλ προς αβεννηρ τι οτι εισηλθες προς την παλλακην του πατρος μου

3:8 και εθυμωθη σφοδρα αβεννηρ περι του λογου μεμφιβοσθε και ειπεν αβεννηρ προς αυτον μη κεφαλη κυνος εγω ειμι εποιησα ελεος σημερον μετα του οικου σαουλ του πατρος σου και περι αδελφων και γνωριμων και ουκ ηυτομολησα εις τον οικον δαυιδ και επιζητεις επ' εμε υπερ αδικιας γυναικος σημερον

3:9 ταδε ποιησαι ο θεος τω αβεννηρ και ταδε προσθειη αυτω οτι καθως ωμοσεν κυριος τω δαυιδ οτι ουτως ποιησω αυτω εν τη ημερα ταυτη

3:10 περιελειν την βασιλειαν απο του οικου σαουλ και του αναστησαι τον θρονον δαυιδ επι ισραηλ και επι τον ιουδαν απο δαν εως βηρσαβεε

3:11 και ουκ ηδυνασθη ετι μεμφιβοσθε αποκριθηναι τω αβεννηρ ρημα απο του φοβεισθαι αυτον

3:12 και απεστειλεν αβεννηρ αγγελους προς δαυιδ εις θαιλαμ ου ην παραχρημα λεγων διαθου διαθηκην σου μετ' εμου και ιδου η χειρ μου μετα σου του επιστρεψαι προς σε παντα τον οικον ισραηλ

3:13 και ειπεν δαυιδ εγω καλως διαθησομαι προς σε διαθηκην πλην λογον ενα εγω αιτουμαι παρα σου λεγων ουκ οψει το προσωπον μου εαν μη αγαγης την μελχολ θυγατερα σαουλ παραγινομενου σου ιδειν το προσωπον μου

3:14 και εξαπεστειλεν δαυιδ προς μεμφιβοσθε υιον σαουλ αγγελους λεγων αποδος μοι την γυναικα μου την μελχολ ην ελαβον εν εκατον ακροβυστιαις αλλοφυλων

3:15 και απεστειλεν μεμφιβοσθε και ελαβεν αυτην παρα του ανδρος αυτης παρα φαλτιηλ υιου σελλης

3:16 και επορευετο ο ανηρ αυτης μετ' αυτης κλαιων οπισω αυτης εως βαρακιμ και ειπεν προς αυτον αβεννηρ πορευου αναστρεφε και ανεστρεψεν

3:17 και ειπεν αβεννηρ προς τους πρεσβυτερους ισραηλ λεγων εχθες και τριτην εζητειτε τον δαυιδ βασιλευειν εφ' υμων

3:18 και νυν ποιησατε οτι κυριος ελαλησεν περι δαυιδ λεγων εν χειρι του δουλου μου δαυιδ σωσω τον ισραηλ εκ χειρος αλλοφυλων και εκ χειρος παντων των εχθρων αυτων

3:19 και ελαλησεν αβεννηρ εν τοις ωσιν βενιαμιν και επορευθη αβεννηρ του λαλησαι εις τα ωτα του δαυιδ εις χεβρων παντα οσα ηρεσεν εν οφθαλμοις ισραηλ και εν οφθαλμοις παντος οικου βενιαμιν

3:20 και ηλθεν αβεννηρ προς δαυιδ εις χεβρων και μετ' αυτου εικοσι ανδρες και εποιησεν δαυιδ τω αβεννηρ και τοις ανδρασιν τοις μετ' αυτου ποτον

3:21 και ειπεν αβεννηρ προς δαυιδ αναστησομαι δη και πορευσομαι και συναθροισω προς κυριον μου τον βασιλεα παντα ισραηλ και διαθησομαι μετα σου διαθηκην και βασιλευσεις επι πασιν οις επιθυμει η ψυχη σου και απεστειλεν δαυιδ τον αβεννηρ και επορευθη εν ειρηνη

3:22 και ιδου οι παιδες δαυιδ και ιωαβ παρεγινοντο εκ της εξοδιας και σκυλα πολλα εφερον μετ' αυτων και αβεννηρ ουκ ην μετα δαυιδ εις χεβρων οτι απεσταλκει αυτον και απεληλυθει εν ειρηνη

3:23 και ιωαβ και πασα η στρατια αυτου ηχθησαν και απηγγελη τω ιωαβ λεγοντες ηκει αβεννηρ υιος νηρ προς δαυιδ και απεσταλκεν αυτον και απηλθεν εν ειρηνη

3:24 και εισηλθεν ιωαβ προς τον βασιλεα και ειπεν τι τουτο εποιησας ιδου ηλθεν αβεννηρ προς σε και ινα τι εξαπεσταλκας αυτον και απεληλυθεν εν ειρηνη

3:25 η ουκ οιδας την κακιαν αβεννηρ υιου νηρ οτι απατησαι σε παρεγενετο και γνωναι την εξοδον σου και την εισοδον σου και γνωναι απαντα οσα συ ποιεις

3:26 και ανεστρεψεν ιωαβ απο του δαυιδ και απεστειλεν αγγελους οπισω αβεννηρ και επιστρεφουσιν αυτον απο του φρεατος του σειραμ και δαυιδ ουκ ηδει

3:27 και επεστρεψεν αβεννηρ εις χεβρων και εξεκλινεν αυτον ιωαβ εκ πλαγιων της πυλης λαλησαι προς αυτον ενεδρευων και επαταξεν αυτον εκει επι την ψοαν και απεθανεν εν τω αιματι ασαηλ του αδελφου ιωαβ

3:28 και ηκουσεν δαυιδ μετα ταυτα και ειπεν αθωος ειμι εγω και η βασιλεια μου απο κυριου εως αιωνος απο των αιματων αβεννηρ υιου νηρ

3:29 καταντησατωσαν επι κεφαλην ιωαβ και επι παντα τον οικον του πατρος αυτου και μη εκλιποι εκ του οικου ιωαβ γονορρυης και λεπρος και κρατων σκυταλης και πιπτων εν ρομφαια και ελασσουμενος αρτοις

3:30 ιωαβ δε και αβεσσα ο αδελφος αυτου διεπαρετηρουντο τον αβεννηρ ανθ' ων εθανατωσεν τον ασαηλ τον αδελφον αυτων εν γαβαων εν τω πολεμω

3:31 και ειπεν δαυιδ προς ιωαβ και προς παντα τον λαον τον μετ' αυτου διαρρηξατε τα ιματια υμων και περιζωσασθε σακκους και κοπτεσθε εμπροσθεν αβεννηρ και ο βασιλευς δαυιδ επορευετο οπισω της κλινης

3:32 και θαπτουσιν τον αβεννηρ εις χεβρων και ηρεν ο βασιλευς την φωνην αυτου και εκλαυσεν επι του ταφου αυτου και εκλαυσεν πας ο λαος επι αβεννηρ

3:33 και εθρηνησεν ο βασιλευς επι αβεννηρ και ειπεν ει κατα τον θανατον ναβαλ αποθανειται αβεννηρ

3:34 αι χειρες σου ουκ εδεθησαν οι ποδες σου ουκ εν πεδαις ου προσηγαγεν ως ναβαλ ενωπιον υιων αδικιας επεσας και συνηχθη πας ο λαος του κλαυσαι αυτον

3:35 και ηλθεν πας ο λαος περιδειπνησαι τον δαυιδ αρτοις ετι ουσης ημερας και ωμοσεν δαυιδ λεγων ταδε ποιησαι μοι ο θεος και ταδε προσθειη οτι εαν μη δυη ο ηλιος ου μη γευσωμαι αρτου η απο παντος τινος

3:36 και εγνω πας ο λαος και ηρεσεν ενωπιον αυτων παντα οσα εποιησεν ο βασιλευς ενωπιον του λαου

3:37 και εγνω πας ο λαος και πας ισραηλ εν τη ημερα εκεινη οτι ουκ εγενετο παρα του βασιλεως θανατωσαι τον αβεννηρ υιον νηρ

3:38 και ειπεν ο βασιλευς προς τους παιδας αυτου ουκ οιδατε οτι ηγουμενος μεγας πεπτωκεν εν τη ημερα ταυτη εν τω ισραηλ

3:39 και οτι εγω ειμι σημερον συγγενης και καθεσταμενος υπο βασιλεως οι δε ανδρες ουτοι υιοι σαρουιας σκληροτεροι μου εισιν ανταποδω κυριος τω ποιουντι πονηρα κατα την κακιαν αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase