HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 4

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

4:1 και ηκουσεν μεμφιβοσθε υιος σαουλ οτι τεθνηκεν αβεννηρ εν χεβρων και εξελυθησαν αι χειρες αυτου και παντες οι ανδρες ισραηλ παρειθησαν

4:2 και δυο ανδρες ηγουμενοι συστρεμματων τω μεμφιβοσθε υιω σαουλ ονομα τω ενι βαανα και ονομα τω δευτερω ρηχαβ υιοι ρεμμων του βηρωθαιου εκ των υιων βενιαμιν οτι βηρωθ ελογιζετο τοις υιοις βενιαμιν

4:3 και απεδρασαν οι βηρωθαιοι εις γεθθαιμ και ησαν εκει παροικουντες εως της ημερας ταυτης

4:4 και τω ιωναθαν υιω σαουλ υιος πεπληγως τους ποδας υιος ετων πεντε ουτος εν τω ελθειν την αγγελιαν σαουλ και ιωναθαν του υιου αυτου εξ ιεζραελ και ηρεν αυτον η τιθηνος αυτου και εφυγεν και εγενετο εν τω σπευδειν αυτην και αναχωρειν και επεσεν και εχωλανθη και ονομα αυτω μεμφιβοσθε

4:5 και επορευθησαν υιοι ρεμμων του βηρωθαιου ρεκχα και βαανα και εισηλθον εν τω καυματι της ημερας εις οικον μεμφιβοσθε και αυτος εκαθευδεν εν τη κοιτη της μεσημβριας

4:6 και ιδου η θυρωρος του οικου εκαθαιρεν πυρους και ενυσταξεν και εκαθευδεν και ρεκχα και βαανα οι αδελφοι διελαθον

4:7 και εισηλθον εις τον οικον και μεμφιβοσθε εκαθευδεν επι της κλινης αυτου εν τω κοιτωνι αυτου και τυπτουσιν αυτον και θανατουσιν και αφαιρουσιν την κεφαλην αυτου και ελαβον την κεφαλην αυτου και απηλθον οδον την κατα δυσμας ολην την νυκτα

4:8 και ηνεγκαν την κεφαλην μεμφιβοσθε τω δαυιδ εις χεβρων και ειπαν προς τον βασιλεα ιδου η κεφαλη μεμφιβοσθε υιου σαουλ του εχθρου σου ος εζητει την ψυχην σου και εδωκεν κυριος τω κυριω βασιλει εκδικησιν των εχθρων αυτου ως η ημερα αυτη εκ σαουλ του εχθρου σου και εκ του σπερματος αυτου

4:9 και απεκριθη δαυιδ τω ρεκχα και τω βαανα αδελφω αυτου υιοις ρεμμων του βηρωθαιου και ειπεν αυτοις ζη κυριος ος ελυτρωσατο την ψυχην μου εκ πασης θλιψεως

4:10 οτι ο απαγγειλας μοι οτι τεθνηκεν σαουλ και αυτος ην ως ευαγγελιζομενος ενωπιον μου και κατεσχον αυτον και απεκτεινα εν σεκελακ ω εδει με δουναι ευαγγελια

4:11 και νυν ανδρες πονηροι απεκταγκασιν ανδρα δικαιον εν τω οικω αυτου επι της κοιτης αυτου και νυν εκζητησω το αιμα αυτου εκ χειρος υμων και εξολεθρευσω υμας εκ της γης

4:12 και ενετειλατο δαυιδ τοις παιδαριοις αυτου και αποκτεννουσιν αυτους και κολοβουσιν τας χειρας αυτων και τους ποδας αυτων και εκρεμασαν αυτους επι της κρηνης εν χεβρων και την κεφαλην μεμφιβοσθε εθαψαν εν τω ταφω αβεννηρ υιου νηρ

 

Created with FREE HTMLCompiler by BibleDatabase