HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 6

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

6:1 και συνηγαγεν ετι δαυιδ παντα νεανιαν εξ ισραηλ ως εβδομηκοντα χιλιαδας

6:2 και ανεστη και επορευθη δαυιδ και πας ο λαος ο μετ' αυτου απο των αρχοντων ιουδα εν αναβασει του αναγαγειν εκειθεν την κιβωτον του θεου εφ' ην επεκληθη το ονομα κυριου των δυναμεων καθημενου επι των χερουβιν επ' αυτης

6:3 και επεβιβασεν την κιβωτον κυριου εφ' αμαξαν καινην και ηρεν αυτην εξ οικου αμιναδαβ του εν τω βουνω και οζα και οι αδελφοι αυτου υιοι αμιναδαβ ηγον την αμαξαν

6:4 συν τη κιβωτω και οι αδελφοι αυτου επορευοντο εμπροσθεν της κιβωτου

6:5 και δαυιδ και οι υιοι ισραηλ παιζοντες ενωπιον κυριου εν οργανοις ηρμοσμενοις εν ισχυι και εν ωδαις και εν κινυραις και εν ναβλαις και εν τυμπανοις και εν κυμβαλοις και εν αυλοις

6:6 και παραγινονται εως αλω νωδαβ και εξετεινεν οζα την χειρα αυτου επι την κιβωτον του θεου κατασχειν αυτην και εκρατησεν αυτην οτι περιεσπασεν αυτην ο μοσχος του κατασχειν αυτην

6:7 και εθυμωθη κυριος τω οζα και επαισεν αυτον εκει ο θεος και απεθανεν εκει παρα την κιβωτον του κυριου ενωπιον του θεου

6:8 και ηθυμησεν δαυιδ υπερ ου διεκοψεν κυριος διακοπην εν τω οζα και εκληθη ο τοπος εκεινος διακοπη οζα εως της ημερας ταυτης

6:9 και εφοβηθη δαυιδ τον κυριον εν τη ημερα εκεινη λεγων πως εισελευσεται προς με η κιβωτος κυριου

6:10 και ουκ εβουλετο δαυιδ του εκκλιναι προς αυτον την κιβωτον διαθηκης κυριου εις την πολιν δαυιδ και απεκλινεν αυτην δαυιδ εις οικον αβεδδαρα του γεθθαιου

6:11 και εκαθισεν η κιβωτος του κυριου εις οικον αβεδδαρα του γεθθαιου μηνας τρεις και ευλογησεν κυριος ολον τον οικον αβεδδαρα και παντα τα αυτου

6:12 και απηγγελη τω βασιλει δαυιδ λεγοντες ηυλογησεν κυριος τον οικον αβεδδαρα και παντα τα αυτου ενεκεν της κιβωτου του θεου και επορευθη δαυιδ και ανηγαγεν την κιβωτον του κυριου εκ του οικου αβεδδαρα εις την πολιν δαυιδ εν ευφροσυνη

6:13 και ησαν μετ' αυτων αιροντες την κιβωτον επτα χοροι και θυμα μοσχος και αρνα

6:14 και δαυιδ ανεκρουετο εν οργανοις ηρμοσμενοις ενωπιον κυριου και ο δαυιδ ενδεδυκως στολην εξαλλον

6:15 και δαυιδ και πας ο οικος ισραηλ ανηγαγον την κιβωτον κυριου μετα κραυγης και μετα φωνης σαλπιγγος

6:16 και εγενετο της κιβωτου παραγινομενης εως πολεως δαυιδ και μελχολ η θυγατηρ σαουλ διεκυπτεν δια της θυριδος και ειδεν τον βασιλεα δαυιδ ορχουμενον και ανακρουομενον ενωπιον κυριου και εξουδενωσεν αυτον εν τη καρδια αυτης

6:17 και φερουσιν την κιβωτον του κυριου και ανεθηκαν αυτην εις τον τοπον αυτης εις μεσον της σκηνης ης επηξεν αυτη δαυιδ και ανηνεγκεν δαυιδ ολοκαυτωματα ενωπιον κυριου και ειρηνικας

6:18 και συνετελεσεν δαυιδ συναναφερων τας ολοκαυτωσεις και τας ειρηνικας και ευλογησεν τον λαον εν ονοματι κυριου των δυναμεων

6:19 και διεμερισεν παντι τω λαω εις πασαν την δυναμιν του ισραηλ απο δαν εως βηρσαβεε απο ανδρος εως γυναικος εκαστω κολλυριδα αρτου και εσχαριτην και λαγανον απο τηγανου και απηλθεν πας ο λαος εκαστος εις τον οικον αυτου

6:20 και επεστρεψεν δαυιδ ευλογησαι τον οικον αυτου και εξηλθεν μελχολ η θυγατηρ σαουλ εις απαντησιν δαυιδ και ευλογησεν αυτον και ειπεν τι δεδοξασται σημερον ο βασιλευς ισραηλ ος απεκαλυφθη σημερον εν οφθαλμοις παιδισκων των δουλων εαυτου καθως αποκαλυπτεται αποκαλυφθεις εις των ορχουμενων

6:21 και ειπεν δαυιδ προς μελχολ ενωπιον κυριου ορχησομαι ευλογητος κυριος ος εξελεξατο με υπερ τον πατερα σου και υπερ παντα τον οικον αυτου του καταστησαι με εις ηγουμενον επι τον λαον αυτου επι τον ισραηλ και παιξομαι και ορχησομαι ενωπιον κυριου

6:22 και αποκαλυφθησομαι ετι ουτως και εσομαι αχρειος εν οφθαλμοις σου και μετα των παιδισκων ων ειπας με δοξασθηναι

6:23 και τη μελχολ θυγατρι σαουλ ουκ εγενετο παιδιον εως της ημερας του αποθανειν αυτην

 

Created with FREE HTMLCompiler by BibleDatabase