HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

7:1 και εγενετο οτε εκαθισεν ο βασιλευς εν τω οικω αυτου και κυριος κατεκληρονομησεν αυτον κυκλω απο παντων των εχθρων αυτου των κυκλω

7:2 και ειπεν ο βασιλευς προς ναθαν τον προφητην ιδου δη εγω κατοικω εν οικω κεδρινω και η κιβωτος του θεου καθηται εν μεσω της σκηνης

7:3 και ειπεν ναθαν προς τον βασιλεα παντα οσα αν εν τη καρδια σου βαδιζε και ποιει οτι κυριος μετα σου

7:4 και εγενετο τη νυκτι εκεινη και εγενετο ρημα κυριου προς ναθαν λεγων

7:5 πορευου και ειπον προς τον δουλον μου δαυιδ ταδε λεγει κυριος ου συ οικοδομησεις μοι οικον του κατοικησαι με

7:6 οτι ου κατωκηκα εν οικω αφ' ης ημερας ανηγαγον εξ αιγυπτου τους υιους ισραηλ εως της ημερας ταυτης και ημην εμπεριπατων εν καταλυματι και εν σκηνη

7:7 εν πασιν οις διηλθον εν παντι ισραηλ ει λαλων ελαλησα προς μιαν φυλην του ισραηλ ω ενετειλαμην ποιμαινειν τον λαον μου ισραηλ λεγων τι οτι ουκ ωκοδομηκατε μοι οικον κεδρινον

7:8 και νυν ταδε ερεις τω δουλω μου δαυιδ ταδε λεγει κυριος παντοκρατωρ ελαβον σε εκ της μανδρας των προβατων του ειναι σε εις ηγουμενον επι τον λαον μου επι τον ισραηλ

7:9 και ημην μετα σου εν πασιν οις επορευου και εξωλεθρευσα παντας τους εχθρους σου απο προσωπου σου και εποιησα σε ονομαστον κατα το ονομα των μεγαλων των επι της γης

7:10 και θησομαι τοπον τω λαω μου τω ισραηλ και καταφυτευσω αυτον και κατασκηνωσει καθ' εαυτον και ου μεριμνησει ουκετι και ου προσθησει υιος αδικιας του ταπεινωσαι αυτον καθως απ' αρχης

7:11 απο των ημερων ων εταξα κριτας επι τον λαον μου ισραηλ και αναπαυσω σε απο παντων των εχθρων σου και απαγγελει σοι κυριος οτι οικον οικοδομησεις αυτω

7:12 και εσται εαν πληρωθωσιν αι ημεραι σου και κοιμηθηση μετα των πατερων σου και αναστησω το σπερμα σου μετα σε ος εσται εκ της κοιλιας σου και ετοιμασω την βασιλειαν αυτου

7:13 αυτος οικοδομησει μοι οικον τω ονοματι μου και ανορθωσω τον θρονον αυτου εως εις τον αιωνα

7:14 εγω εσομαι αυτω εις πατερα και αυτος εσται μοι εις υιον και εαν ελθη η αδικια αυτου και ελεγξω αυτον εν ραβδω ανδρων και εν αφαις υιων ανθρωπων

7:15 το δε ελεος μου ουκ αποστησω απ' αυτου καθως απεστησα αφ' ων απεστησα εκ προσωπου μου

7:16 και πιστωθησεται ο οικος αυτου και η βασιλεια αυτου εως αιωνος ενωπιον εμου και ο θρονος αυτου εσται ανωρθωμενος εις τον αιωνα

7:17 κατα παντας τους λογους τουτους και κατα πασαν την ορασιν ταυτην ουτως ελαλησεν ναθαν προς δαυιδ

7:18 και εισηλθεν ο βασιλευς δαυιδ και εκαθισεν ενωπιον κυριου και ειπεν τις ειμι εγω κυριε μου κυριε και τις ο οικος μου οτι ηγαπηκας με εως τουτων

7:19 και κατεσμικρυνθη μικρον ενωπιον σου κυριε μου κυριε και ελαλησας υπερ του οικου του δουλου σου εις μακραν ουτος δε ο νομος του ανθρωπου κυριε μου κυριε

7:20 και τι προσθησει δαυιδ ετι του λαλησαι προς σε και νυν συ οιδας τον δουλον σου κυριε μου κυριε

7:21 δια τον λογον σου πεποιηκας και κατα την καρδιαν σου εποιησας πασαν την μεγαλωσυνην ταυτην γνωρισαι τω δουλω σου

7:22 ενεκεν του μεγαλυναι σε κυριε μου κυριε οτι ουκ εστιν ως συ και ουκ εστιν θεος πλην σου εν πασιν οις ηκουσαμεν εν τοις ωσιν ημων

7:23 και τις ως ο λαος σου ισραηλ εθνος αλλο εν τη γη ως ωδηγησεν αυτον ο θεος του λυτρωσασθαι αυτω λαον του θεσθαι σε ονομα του ποιησαι μεγαλωσυνην και επιφανειαν του εκβαλειν σε εκ προσωπου του λαου σου ου ελυτρωσω σεαυτω εξ αιγυπτου εθνη και σκηνωματα

7:24 και ητοιμασας σεαυτω τον λαον σου ισραηλ λαον εως αιωνος και συ κυριε εγενου αυτοις εις θεον

7:25 και νυν κυριε μου κυριε το ρημα ο ελαλησας περι του δουλου σου και του οικου αυτου πιστωσον εως αιωνος κυριε παντοκρατωρ θεε του ισραηλ και νυν καθως ελαλησας

7:26 μεγαλυνθειη το ονομα σου εως αιωνος

7:27 κυριε παντοκρατωρ θεος ισραηλ απεκαλυψας το ωτιον του δουλου σου λεγων οικον οικοδομησω σοι δια τουτο ευρεν ο δουλος σου την καρδιαν εαυτου του προσευξασθαι προς σε την προσευχην ταυτην

7:28 και νυν κυριε μου κυριε συ ει ο θεος και οι λογοι σου εσονται αληθινοι και ελαλησας υπερ του δουλου σου τα αγαθα ταυτα

7:29 και νυν αρξαι και ευλογησον τον οικον του δουλου σου του ειναι εις τον αιωνα ενωπιον σου οτι συ ει κυριε μου κυριε ελαλησας και απο της ευλογιας σου ευλογηθησεται ο οικος του δουλου σου εις τον αιωνα

 

Created with FREE HTMLCompiler by BibleDatabase