HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 9

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

9:1 και ειπεν δαυιδ ει εστιν ετι υπολελειμμενος τω οικω σαουλ και ποιησω μετ' αυτου ελεος ενεκεν ιωναθαν

9:2 και εκ του οικου σαουλ παις ην και ονομα αυτω σιβα και καλουσιν αυτον προς δαυιδ και ειπεν προς αυτον ο βασιλευς ει συ ει σιβα και ειπεν εγω δουλος σος

9:3 και ειπεν ο βασιλευς ει υπολελειπται εκ του οικου σαουλ ετι ανηρ και ποιησω μετ' αυτου ελεος θεου και ειπεν σιβα προς τον βασιλεα ετι εστιν υιος τω ιωναθαν πεπληγως τους ποδας

9:4 και ειπεν ο βασιλευς που ουτος και ειπεν σιβα προς τον βασιλεα ιδου εν οικω μαχιρ υιου αμιηλ εκ της λαδαβαρ

9:5 και απεστειλεν ο βασιλευς δαυιδ και ελαβεν αυτον εκ του οικου μαχιρ υιου αμιηλ εκ της λαδαβαρ

9:6 και παραγινεται μεμφιβοσθε υιος ιωναθαν υιου σαουλ προς τον βασιλεα δαυιδ και επεσεν επι προσωπον αυτου και προσεκυνησεν αυτω και ειπεν αυτω δαυιδ μεμφιβοσθε και ειπεν ιδου ο δουλος σου

9:7 και ειπεν αυτω δαυιδ μη φοβου οτι ποιων ποιησω μετα σου ελεος δια ιωναθαν τον πατερα σου και αποκαταστησω σοι παντα αγρον σαουλ πατρος του πατρος σου και συ φαγη αρτον επι της τραπεζης μου δια παντος

9:8 και προσεκυνησεν μεμφιβοσθε και ειπεν τις ειμι ο δουλος σου οτι επεβλεψας επι τον κυνα τον τεθνηκοτα τον ομοιον εμοι

9:9 και εκαλεσεν ο βασιλευς σιβα το παιδαριον σαουλ και ειπεν προς αυτον παντα οσα εστιν τω σαουλ και ολω τω οικω αυτου δεδωκα τω υιω του κυριου σου

9:10 και εργα αυτω την γην συ και οι υιοι σου και οι δουλοι σου και εισοισεις τω υιω του κυριου σου αρτους και εδεται αυτους και μεμφιβοσθε υιος του κυριου σου φαγεται δια παντος αρτον επι της τραπεζης μου και τω σιβα ησαν πεντεκαιδεκα υιοι και εικοσι δουλοι

9:11 και ειπεν σιβα προς τον βασιλεα κατα παντα οσα εντεταλται ο κυριος μου ο βασιλευς τω δουλω αυτου ουτως ποιησει ο δουλος σου και μεμφιβοσθε ησθιεν επι της τραπεζης δαυιδ καθως εις των υιων του βασιλεως

9:12 και τω μεμφιβοσθε υιος μικρος και ονομα αυτω μιχα και πασα η κατοικησις του οικου σιβα δουλοι του μεμφιβοσθε

9:13 και μεμφιβοσθε κατωκει εν ιερουσαλημ οτι επι της τραπεζης του βασιλεως δια παντος ησθιεν και αυτος ην χωλος αμφοτεροις τοις ποσιν αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase