HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

11:1 και εγενετο επιστρεψαντος του ενιαυτου εις τον καιρον της εξοδιας των βασιλεων και απεστειλεν δαυιδ τον ιωαβ και τους παιδας αυτου μετ' αυτου και τον παντα ισραηλ και διεφθειραν τους υιους αμμων και διεκαθισαν επι ραββαθ και δαυιδ εκαθισεν εν ιερουσαλημ

11:2 και εγενετο προς εσπεραν και ανεστη δαυιδ απο της κοιτης αυτου και περιεπατει επι του δωματος του οικου του βασιλεως και ειδεν γυναικα λουομενην απο του δωματος και η γυνη καλη τω ειδει σφοδρα

11:3 και απεστειλεν δαυιδ και εζητησεν την γυναικα και ειπεν ουχι αυτη βηρσαβεε θυγατηρ ελιαβ γυνη ουριου του χετταιου

11:4 και απεστειλεν δαυιδ αγγελους και ελαβεν αυτην και εισηλθεν προς αυτον και εκοιμηθη μετ' αυτης και αυτη αγιαζομενη απο ακαθαρσιας αυτης και απεστρεψεν εις τον οικον αυτης

11:5 και εν γαστρι ελαβεν η γυνη και αποστειλασα απηγγειλεν τω δαυιδ και ειπεν εγω ειμι εν γαστρι εχω

11:6 και απεστειλεν δαυιδ προς ιωαβ λεγων αποστειλον προς με τον ουριαν τον χετταιον και απεστειλεν ιωαβ τον ουριαν προς δαυιδ

11:7 και παραγινεται ουριας και εισηλθεν προς αυτον και επηρωτησεν δαυιδ εις ειρηνην ιωαβ και εις ειρηνην του λαου και εις ειρηνην του πολεμου

11:8 και ειπεν δαυιδ τω ουρια καταβηθι εις τον οικον σου και νιψαι τους ποδας σου και εξηλθεν ουριας εξ οικου του βασιλεως και εξηλθεν οπισω αυτου αρσις του βασιλεως

11:9 και εκοιμηθη ουριας παρα τη θυρα του βασιλεως μετα των δουλων του κυριου αυτου και ου κατεβη εις τον οικον αυτου

11:10 και ανηγγειλαν τω δαυιδ λεγοντες οτι ου κατεβη ουριας εις τον οικον αυτου και ειπεν δαυιδ προς ουριαν ουχι εξ οδου συ ερχη τι οτι ου κατεβης εις τον οικον σου

11:11 και ειπεν ουριας προς δαυιδ η κιβωτος και ισραηλ και ιουδας κατοικουσιν εν σκηναις και ο κυριος μου ιωαβ και οι δουλοι του κυριου μου επι προσωπον του αγρου παρεμβαλλουσιν και εγω εισελευσομαι εις τον οικον μου φαγειν και πιειν και κοιμηθηναι μετα της γυναικος μου πως ζη η ψυχη σου ει ποιησω το ρημα τουτο

11:12 και ειπεν δαυιδ προς ουριαν καθισον ενταυθα και γε σημερον και αυριον εξαποστελω σε και εκαθισεν ουριας εν ιερουσαλημ εν τη ημερα εκεινη και τη επαυριον

11:13 και εκαλεσεν αυτον δαυιδ και εφαγεν ενωπιον αυτου και επιεν και εμεθυσεν αυτον και εξηλθεν εσπερας του κοιμηθηναι επι της κοιτης αυτου μετα των δουλων του κυριου αυτου και εις τον οικον αυτου ου κατεβη

11:14 και εγενετο πρωι και εγραψεν δαυιδ βιβλιον προς ιωαβ και απεστειλεν εν χειρι ουριου

11:15 και εγραψεν εν τω βιβλιω λεγων εισαγαγε τον ουριαν εξ εναντιας του πολεμου του κραταιου και αποστραφησεσθε απο οπισθεν αυτου και πληγησεται και αποθανειται

11:16 και εγενηθη εν τω φυλασσειν ιωαβ επι την πολιν και εθηκεν τον ουριαν εις τον τοπον ου ηδει οτι ανδρες δυναμεως εκει

11:17 και εξηλθον οι ανδρες της πολεως και επολεμουν μετα ιωαβ και επεσαν εκ του λαου εκ των δουλων δαυιδ και απεθανεν και γε ουριας ο χετταιος

11:18 και απεστειλεν ιωαβ και απηγγειλεν τω βασιλει παντας τους λογους του πολεμου

11:19 και ενετειλατο τω αγγελω λεγων εν τω συντελεσαι σε παντας τους λογους του πολεμου λαλησαι προς τον βασιλεα

11:20 και εσται εαν αναβη ο θυμος του βασιλεως και ειπη σοι τι οτι ηγγισατε προς την πολιν πολεμησαι ουκ ηδειτε οτι τοξευσουσιν απανωθεν του τειχους

11:21 τις επαταξεν τον αβιμελεχ υιον ιεροβααλ ουχι γυνη ερριψεν επ' αυτον κλασμα μυλου επανωθεν του τειχους και απεθανεν εν θαμασι ινα τι προσηγαγετε προς το τειχος και ερεις και γε ουριας ο δουλος σου ο χετταιος απεθανεν

11:22 και επορευθη ο αγγελος ιωαβ προς τον βασιλεα εις ιερουσαλημ και παρεγενετο και απηγγειλεν τω δαυιδ παντα οσα απηγγειλεν αυτω ιωαβ παντα τα ρηματα του πολεμου και εθυμωθη δαυιδ προς ιωαβ και ειπεν προς τον αγγελον ινα τι προσηγαγετε προς την πολιν του πολεμησαι ουκ ηδειτε οτι πληγησεσθε απο του τειχους τις επαταξεν τον αβιμελεχ υιον ιεροβααλ ουχι γυνη ερριψεν επ' αυτον κλασμα μυλου απο του τειχους και απεθανεν εν θαμασι ινα τι προσηγαγετε προς το τειχος

11:23 και ειπεν ο αγγελος προς δαυιδ οτι εκραταιωσαν εφ' ημας οι ανδρες και εξηλθαν εφ' ημας εις τον αγρον και εγενηθημεν επ' αυτους εως της θυρας της πυλης

11:24 και ετοξευσαν οι τοξευοντες προς τους παιδας σου απανωθεν του τειχους και απεθαναν των παιδων του βασιλεως και γε ο δουλος σου ουριας ο χετταιος απεθανεν

11:25 και ειπεν δαυιδ προς τον αγγελον ταδε ερεις προς ιωαβ μη πονηρον εστω εν οφθαλμοις σου το ρημα τουτο οτι ποτε μεν ουτως και ποτε ουτως φαγεται η μαχαιρα κραταιωσον τον πολεμον σου προς την πολιν και κατασπασον αυτην και κραταιωσον αυτον

11:26 και ηκουσεν η γυνη ουριου οτι απεθανεν ουριας ο ανηρ αυτης και εκοψατο τον ανδρα αυτης

11:27 και διηλθεν το πενθος και απεστειλεν δαυιδ και συνηγαγεν αυτην εις τον οικον αυτου και εγενηθη αυτω εις γυναικα και ετεκεν αυτω υιον και πονηρον εφανη το ρημα ο εποιησεν δαυιδ εν οφθαλμοις κυριου

 

Created with FREE HTMLCompiler by BibleDatabase