HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 12

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

12:1 και απεστειλεν κυριος τον ναθαν τον προφητην προς δαυιδ και εισηλθεν προς αυτον και ειπεν αυτω δυο ησαν ανδρες εν πολει μια εις πλουσιος και εις πενης

12:2 και τω πλουσιω ην ποιμνια και βουκολια πολλα σφοδρα

12:3 και τω πενητι ουδεν αλλ' η αμνας μια μικρα ην εκτησατο και περιεποιησατο και εξεθρεψεν αυτην και ηδρυνθη μετ' αυτου και μετα των υιων αυτου επι το αυτο εκ του αρτου αυτου ησθιεν και εκ του ποτηριου αυτου επινεν και εν τω κολπω αυτου εκαθευδεν και ην αυτω ως θυγατηρ

12:4 και ηλθεν παροδος τω ανδρι τω πλουσιω και εφεισατο λαβειν εκ των ποιμνιων αυτου και εκ των βουκολιων αυτου του ποιησαι τω ξενω οδοιπορω ελθοντι προς αυτον και ελαβεν την αμναδα του πενητος και εποιησεν αυτην τω ανδρι τω ελθοντι προς αυτον

12:5 και εθυμωθη οργη δαυιδ σφοδρα τω ανδρι και ειπεν δαυιδ προς ναθαν ζη κυριος οτι υιος θανατου ο ανηρ ο ποιησας τουτο

12:6 και την αμναδα αποτεισει επταπλασιονα ανθ' ων οτι εποιησεν το ρημα τουτο και περι ου ουκ εφεισατο

12:7 και ειπεν ναθαν προς δαυιδ συ ει ο ανηρ ο ποιησας τουτο ταδε λεγει κυριος ο θεος ισραηλ εγω ειμι εχρισα σε εις βασιλεα επι ισραηλ και εγω ειμι ερρυσαμην σε εκ χειρος σαουλ

12:8 και εδωκα σοι τον οικον του κυριου σου και τας γυναικας του κυριου σου εν τω κολπω σου και εδωκα σοι τον οικον ισραηλ και ιουδα και ει μικρον εστιν προσθησω σοι κατα ταυτα

12:9 τι οτι εφαυλισας τον λογον κυριου του ποιησαι το πονηρον εν οφθαλμοις αυτου τον ουριαν τον χετταιον επαταξας εν ρομφαια και την γυναικα αυτου ελαβες σεαυτω εις γυναικα και αυτον απεκτεινας εν ρομφαια υιων αμμων

12:10 και νυν ουκ αποστησεται ρομφαια εκ του οικου σου εως αιωνος ανθ' ων οτι εξουδενωσας με και ελαβες την γυναικα του ουριου του χετταιου του ειναι σοι εις γυναικα

12:11 ταδε λεγει κυριος ιδου εγω εξεγειρω επι σε κακα εκ του οικου σου και λημψομαι τας γυναικας σου κατ' οφθαλμους σου και δωσω τω πλησιον σου και κοιμηθησεται μετα των γυναικων σου εναντιον του ηλιου τουτου

12:12 οτι συ εποιησας κρυβη καγω ποιησω το ρημα τουτο εναντιον παντος ισραηλ και απεναντι τουτου του ηλιου

12:13 και ειπεν δαυιδ τω ναθαν ημαρτηκα τω κυριω και ειπεν ναθαν προς δαυιδ και κυριος παρεβιβασεν το αμαρτημα σου ου μη αποθανης

12:14 πλην οτι παροξυνων παρωξυνας τους εχθρους κυριου εν τω ρηματι τουτω και γε ο υιος σου ο τεχθεις σοι θανατω αποθανειται

12:15 και απηλθεν ναθαν εις τον οικον αυτου και εθραυσεν κυριος το παιδιον ο ετεκεν η γυνη ουριου τω δαυιδ και ηρρωστησεν

12:16 και εζητησεν δαυιδ τον θεον περι του παιδαριου και ενηστευσεν δαυιδ νηστειαν και εισηλθεν και ηυλισθη εν σακκω επι της γης

12:17 και ανεστησαν επ' αυτον οι πρεσβυτεροι του οικου αυτου του εγειραι αυτον απο της γης και ουκ ηθελησεν και ου συνεφαγεν αυτοις αρτον

12:18 και εγενετο εν τη ημερα τη εβδομη και απεθανε το παιδαριον και εφοβηθησαν οι δουλοι δαυιδ αναγγειλαι αυτω οτι τεθνηκεν το παιδαριον οτι ειπαν ιδου εν τω ετι το παιδαριον ζην ελαλησαμεν προς αυτον και ουκ εισηκουσεν της φωνης ημων και πως ειπωμεν προς αυτον οτι τεθνηκεν το παιδαριον και ποιησει κακα

12:19 και συνηκεν δαυιδ οτι οι παιδες αυτου ψιθυριζουσιν και ενοησεν δαυιδ οτι τεθνηκεν το παιδαριον και ειπεν δαυιδ προς τους παιδας αυτου ει τεθνηκεν το παιδαριον και ειπαν τεθνηκεν

12:20 και ανεστη δαυιδ εκ της γης και ελουσατο και ηλειψατο και ηλλαξεν τα ιματια αυτου και εισηλθεν εις τον οικον του θεου και προσεκυνησεν αυτω και εισηλθεν εις τον οικον αυτου και ητησεν αρτον φαγειν και παρεθηκαν αυτω αρτον και εφαγεν

12:21 και ειπαν οι παιδες αυτου προς αυτον τι το ρημα τουτο ο εποιησας ενεκα του παιδαριου ετι ζωντος ενηστευες και εκλαιες και ηγρυπνεις και ηνικα απεθανεν το παιδαριον ανεστης και εφαγες αρτον και πεπωκας

12:22 και ειπεν δαυιδ εν τω το παιδαριον ετι ζην ενηστευσα και εκλαυσα οτι ειπα τις οιδεν ει ελεησει με κυριος και ζησεται το παιδαριον

12:23 και νυν τεθνηκεν ινα τι τουτο εγω νηστευω μη δυνησομαι επιστρεψαι αυτο ετι εγω πορευσομαι προς αυτον και αυτος ουκ αναστρεψει προς με

12:24 και παρεκαλεσεν δαυιδ βηρσαβεε την γυναικα αυτου και εισηλθεν προς αυτην και εκοιμηθη μετ' αυτης και συνελαβεν και ετεκεν υιον και εκαλεσεν το ονομα αυτου σαλωμων και κυριος ηγαπησεν αυτον

12:25 και απεστειλεν εν χειρι ναθαν του προφητου και εκαλεσεν το ονομα αυτου ιδεδι ενεκεν κυριου

12:26 και επολεμησεν ιωαβ εν ραββαθ υιων αμμων και κατελαβεν την πολιν της βασιλειας

12:27 και απεστειλεν ιωαβ αγγελους προς δαυιδ και ειπεν επολεμησα εν ραββαθ και κατελαβομην την πολιν των υδατων

12:28 και νυν συναγαγε το καταλοιπον του λαου και παρεμβαλε επι την πολιν και προκαταλαβου αυτην ινα μη προκαταλαβωμαι εγω την πολιν και κληθη το ονομα μου επ' αυτην

12:29 και συνηγαγεν δαυιδ παντα τον λαον και επορευθη εις ραββαθ και επολεμησεν εν αυτη και κατελαβετο αυτην

12:30 και ελαβεν τον στεφανον μελχολ του βασιλεως αυτων απο της κεφαλης αυτου και ο σταθμος αυτου ταλαντον χρυσιου και λιθου τιμιου και ην επι της κεφαλης δαυιδ και σκυλα της πολεως εξηνεγκεν πολλα σφοδρα

12:31 και τον λαον τον οντα εν αυτη εξηγαγεν και εθηκεν εν τω πριονι και εν τοις τριβολοις τοις σιδηροις και διηγαγεν αυτους δια του πλινθειου και ουτως εποιησεν πασαις ταις πολεσιν υιων αμμων και επεστρεψεν δαυιδ και πας ο λαος εις ιερουσαλημ

 

Created with FREE HTMLCompiler by BibleDatabase