HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

13:1 και εγενηθη μετα ταυτα και τω αβεσσαλωμ υιω δαυιδ αδελφη καλη τω ειδει σφοδρα και ονομα αυτη θημαρ και ηγαπησεν αυτην αμνων υιος δαυιδ

13:2 και εθλιβετο αμνων ωστε αρρωστειν δια θημαρ την αδελφην αυτου οτι παρθενος ην αυτη και υπερογκον εν οφθαλμοις αμνων του ποιησαι τι αυτη

13:3 και ην τω αμνων εταιρος και ονομα αυτω ιωναδαβ υιος σαμαα του αδελφου δαυιδ και ιωναδαβ ανηρ σοφος σφοδρα

13:4 και ειπεν αυτω τι σοι οτι συ ουτως ασθενης υιε του βασιλεως το πρωι πρωι ουκ απαγγελεις μοι και ειπεν αυτω αμνων θημαρ την αδελφην αβεσσαλωμ του αδελφου μου εγω αγαπω

13:5 και ειπεν αυτω ιωναδαβ κοιμηθητι επι της κοιτης σου και μαλακισθητι και εισελευσεται ο πατηρ σου του ιδειν σε και ερεις προς αυτον ελθετω δη θημαρ η αδελφη μου και ψωμισατω με και ποιησατω κατ' οφθαλμους μου βρωμα οπως ιδω και φαγω εκ των χειρων αυτης

13:6 και εκοιμηθη αμνων και ηρρωστησεν και εισηλθεν ο βασιλευς ιδειν αυτον και ειπεν αμνων προς τον βασιλεα ελθετω δη θημαρ η αδελφη μου προς με και κολλυρισατω εν οφθαλμοις μου δυο κολλυριδας και φαγομαι εκ της χειρος αυτης

13:7 και απεστειλεν δαυιδ προς θημαρ εις τον οικον λεγων πορευθητι δη εις τον οικον αμνων του αδελφου σου και ποιησον αυτω βρωμα

13:8 και επορευθη θημαρ εις τον οικον αμνων αδελφου αυτης και αυτος κοιμωμενος και ελαβεν το σταις και εφυρασεν και εκολλυρισεν κατ' οφθαλμους αυτου και ηψησεν τας κολλυριδας

13:9 και ελαβεν το τηγανον και κατεκενωσεν ενωπιον αυτου και ουκ ηθελησεν φαγειν και ειπεν αμνων εξαγαγετε παντα ανδρα επανωθεν μου και εξηγαγον παντα ανδρα απο επανωθεν αυτου

13:10 και ειπεν αμνων προς θημαρ εισενεγκε το βρωμα εις το ταμιειον και φαγομαι εκ της χειρος σου και ελαβεν θημαρ τας κολλυριδας ας εποιησεν και εισηνεγκεν τω αμνων αδελφω αυτης εις τον κοιτωνα

13:11 και προσηγαγεν αυτω του φαγειν και επελαβετο αυτης και ειπεν αυτη δευρο κοιμηθητι μετ' εμου αδελφη μου

13:12 και ειπεν αυτω μη αδελφε μου μη ταπεινωσης με διοτι ου ποιηθησεται ουτως εν ισραηλ μη ποιησης την αφροσυνην ταυτην

13:13 και εγω που αποισω το ονειδος μου και συ εση ως εις των αφρονων εν ισραηλ και νυν λαλησον δη προς τον βασιλεα οτι ου μη κωλυση με απο σου

13:14 και ουκ ηθελησεν αμνων του ακουσαι της φωνης αυτης και εκραταιωσεν υπερ αυτην και εταπεινωσεν αυτην και εκοιμηθη μετ' αυτης

13:15 και εμισησεν αυτην αμνων μισος μεγα σφοδρα οτι μεγα το μισος ο εμισησεν αυτην υπερ την αγαπην ην ηγαπησεν αυτην και ειπεν αυτη αμνων αναστηθι και πορευου

13:16 και ειπεν αυτω θημαρ μη αδελφε οτι μεγαλη η κακια η εσχατη υπερ την πρωτην ην εποιησας μετ' εμου του εξαποστειλαι με και ουκ ηθελησεν αμνων ακουσαι της φωνης αυτης

13:17 και εκαλεσεν το παιδαριον αυτου τον προεστηκοτα του οικου αυτου και ειπεν αυτω εξαποστειλατε δη ταυτην απ' εμου εξω και αποκλεισον την θυραν οπισω αυτης

13:18 και επ' αυτης ην χιτων καρπωτος οτι ουτως ενεδιδυσκοντο αι θυγατερες του βασιλεως αι παρθενοι τους επενδυτας αυτων και εξηγαγεν αυτην ο λειτουργος αυτου εξω και απεκλεισεν την θυραν οπισω αυτης

13:19 και ελαβεν θημαρ σποδον και επεθηκεν επι την κεφαλην αυτης και τον χιτωνα τον καρπωτον τον επ' αυτης διερρηξεν και επεθηκεν τας χειρας αυτης επι την κεφαλην αυτης και επορευθη πορευομενη και κραζουσα

13:20 και ειπεν προς αυτην αβεσσαλωμ ο αδελφος αυτης μη αμνων ο αδελφος σου εγενετο μετα σου και νυν αδελφη μου κωφευσον οτι αδελφος σου εστιν μη θης την καρδιαν σου του λαλησαι εις το ρημα τουτο και εκαθισεν θημαρ χηρευουσα εν οικω αβεσσαλωμ του αδελφου αυτης

13:21 και ηκουσεν ο βασιλευς δαυιδ παντας τους λογους τουτους και εθυμωθη σφοδρα και ουκ ελυπησεν το πνευμα αμνων του υιου αυτου οτι ηγαπα αυτον οτι πρωτοτοκος αυτου ην

13:22 και ουκ ελαλησεν αβεσσαλωμ μετα αμνων απο πονηρου εως αγαθου οτι εμισει αβεσσαλωμ τον αμνων επι λογου ου εταπεινωσεν θημαρ την αδελφην αυτου

13:23 και εγενετο εις διετηριδα ημερων και ησαν κειροντες τω αβεσσαλωμ εν βελασωρ τη εχομενα εφραιμ και εκαλεσεν αβεσσαλωμ παντας τους υιους του βασιλεως

13:24 και ηλθεν αβεσσαλωμ προς τον βασιλεα και ειπεν ιδου δη κειρουσιν τω δουλω σου πορευθητω δη ο βασιλευς και οι παιδες αυτου μετα του δουλου σου

13:25 και ειπεν ο βασιλευς προς αβεσσαλωμ μη δη υιε μου μη πορευθωμεν παντες ημεις και ου μη καταβαρυνθωμεν επι σε και εβιασατο αυτον και ουκ ηθελησεν του πορευθηναι και ευλογησεν αυτον

13:26 και ειπεν αβεσσαλωμ και ει μη πορευθητω δη μεθ' ημων αμνων ο αδελφος μου και ειπεν αυτω ο βασιλευς ινα τι πορευθη μετα σου

13:27 και εβιασατο αυτον αβεσσαλωμ και απεστειλεν μετ' αυτου τον αμνων και παντας τους υιους του βασιλεως και εποιησεν αβεσσαλωμ ποτον κατα τον ποτον του βασιλεως

13:28 και ενετειλατο αβεσσαλωμ τοις παιδαριοις αυτου λεγων ιδετε ως αν αγαθυνθη η καρδια αμνων εν τω οινω και ειπω προς υμας παταξατε τον αμνων και θανατωσατε αυτον μη φοβηθητε οτι ουχι εγω ειμι εντελλομαι υμιν ανδριζεσθε και γινεσθε εις υιους δυναμεως

13:29 και εποιησαν τα παιδαρια αβεσσαλωμ τω αμνων καθα ενετειλατο αυτοις αβεσσαλωμ και ανεστησαν παντες οι υιοι του βασιλεως και επεκαθισαν ανηρ επι την ημιονον αυτου και εφυγαν

13:30 και εγενετο αυτων οντων εν τη οδω και η ακοη ηλθεν προς δαυιδ λεγων επαταξεν αβεσσαλωμ παντας τους υιους του βασιλεως και ου κατελειφθη εξ αυτων ουδε εις

13:31 και ανεστη ο βασιλευς και διερρηξεν τα ιματια αυτου και εκοιμηθη επι την γην και παντες οι παιδες αυτου οι περιεστωτες αυτω διερρηξαν τα ιματια αυτων

13:32 και απεκριθη ιωναδαβ υιος σαμαα αδελφου δαυιδ και ειπεν μη ειπατω ο κυριος μου ο βασιλευς οτι παντα τα παιδαρια τους υιους του βασιλεως εθανατωσεν οτι αμνων μονωτατος απεθανεν οτι επι στοματος αβεσσαλωμ ην κειμενος απο της ημερας ης εταπεινωσεν θημαρ την αδελφην αυτου

13:33 και νυν μη θεσθω ο κυριος μου ο βασιλευς επι την καρδιαν αυτου ρημα λεγων παντες οι υιοι του βασιλεως απεθαναν οτι αλλ' η αμνων μονωτατος απεθανεν

13:34 και απεδρα αβεσσαλωμ και ηρεν το παιδαριον ο σκοπος τους οφθαλμους αυτου και ειδεν και ιδου λαος πολυς πορευομενος εν τη οδω οπισθεν αυτου εκ πλευρας του ορους εν τη καταβασει και παρεγενετο ο σκοπος και απηγγειλεν τω βασιλει και ειπεν ανδρας εωρακα εκ της οδου της ωρωνην εκ μερους του ορους

13:35 και ειπεν ιωναδαβ προς τον βασιλεα ιδου οι υιοι του βασιλεως παρεισιν κατα τον λογον του δουλου σου ουτως εγενετο

13:36 και εγενετο ηνικα συνετελεσεν λαλων και ιδου οι υιοι του βασιλεως ηλθαν και επηραν την φωνην αυτων και εκλαυσαν και γε ο βασιλευς και παντες οι παιδες αυτου εκλαυσαν κλαυθμον μεγαν σφοδρα

13:37 και αβεσσαλωμ εφυγεν και επορευθη προς θολμαι υιον εμιουδ βασιλεα γεδσουρ εις γην μαχαδ και επενθησεν ο βασιλευς δαυιδ επι τον υιον αυτου πασας τας ημερας

13:38 και αβεσσαλωμ απεδρα και επορευθη εις γεδσουρ και ην εκει ετη τρια

13:39 και εκοπασεν το πνευμα του βασιλεως του εξελθειν οπισω αβεσσαλωμ οτι παρεκληθη επι αμνων οτι απεθανεν

 

Created with FREE HTMLCompiler by BibleDatabase