HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

14:1 και εγνω ιωαβ υιος σαρουιας οτι η καρδια του βασιλεως επι αβεσσαλωμ

14:2 και απεστειλεν ιωαβ εις θεκωε και ελαβεν εκειθεν γυναικα σοφην και ειπεν προς αυτην πενθησον δη και ενδυσαι ιματια πενθικα και μη αλειψη ελαιον και εση ως γυνη πενθουσα επι τεθνηκοτι τουτο ημερας πολλας

14:3 και ελευση προς τον βασιλεα και λαλησεις προς αυτον κατα το ρημα τουτο και εθηκεν ιωαβ τους λογους εν τω στοματι αυτης

14:4 και εισηλθεν η γυνη η θεκωιτις προς τον βασιλεα και επεσεν επι προσωπον αυτης εις την γην και προσεκυνησεν αυτω και ειπεν σωσον βασιλευ σωσον

14:5 και ειπεν προς αυτην ο βασιλευς τι εστιν σοι η δε ειπεν και μαλα γυνη χηρα εγω ειμι και απεθανεν ο ανηρ μου

14:6 και γε τη δουλη σου δυο υιοι και εμαχεσαντο αμφοτεροι εν τω αγρω και ουκ ην ο εξαιρουμενος ανα μεσον αυτων και επαισεν ο εις τον αδελφον αυτου και εθανατωσεν αυτον

14:7 και ιδου επανεστη ολη η πατρια προς την δουλην σου και ειπαν δος τον παισαντα τον αδελφον αυτου και θανατωσομεν αυτον αντι της ψυχης του αδελφου αυτου ου απεκτεινεν και εξαρουμεν και γε τον κληρονομον υμων και σβεσουσιν τον ανθρακα μου τον καταλειφθεντα ωστε μη θεσθαι τω ανδρι μου καταλειμμα και ονομα επι προσωπου της γης

14:8 και ειπεν ο βασιλευς υγιαινουσα βαδιζε εις τον οικον σου καγω εντελουμαι περι σου

14:9 και ειπεν η γυνη η θεκωιτις προς τον βασιλεα επ' εμε κυριε μου βασιλευ η ανομια και επι τον οικον του πατρος μου και ο βασιλευς και ο θρονος αυτου αθωος

14:10 και ειπεν ο βασιλευς τις ο λαλων προς σε και αξεις αυτον προς εμε και ου προσθησει ετι αψασθαι αυτου

14:11 και ειπεν μνημονευσατω δη ο βασιλευς τον κυριον θεον αυτου πληθυνθηναι αγχιστεα του αιματος του διαφθειραι και ου μη εξαρωσιν τον υιον μου και ειπεν ζη κυριος ει πεσειται απο της τριχος του υιου σου επι την γην

14:12 και ειπεν η γυνη λαλησατω δη η δουλη σου προς τον κυριον μου τον βασιλεα ρημα και ειπεν λαλησον

14:13 και ειπεν η γυνη ινα τι ελογισω τοιουτο επι λαον θεου η εκ στοματος του βασιλεως ο λογος ουτος ως πλημμελεια του μη επιστρεψαι τον βασιλεα τον εξωσμενον αυτου

14:14 οτι θανατω αποθανουμεθα και ωσπερ το υδωρ το καταφερομενον επι της γης ο ου συναχθησεται και λημψεται ο θεος ψυχην και λογιζομενος του εξωσαι απ' αυτου εξωσμενον

14:15 και νυν ο ηλθον λαλησαι προς τον βασιλεα τον κυριον μου το ρημα τουτο οτι οψεται με ο λαος και ερει η δουλη σου λαλησατω δη προς τον βασιλεα ει πως ποιησει ο βασιλευς το ρημα της δουλης αυτου

14:16 οτι ακουσει ο βασιλευς ρυσασθαι την δουλην αυτου εκ χειρος του ανδρος του ζητουντος εξαραι με και τον υιον μου απο κληρονομιας θεου

14:17 και ειπεν η γυνη ειη δη ο λογος του κυριου μου του βασιλεως εις θυσιαν οτι καθως αγγελος θεου ουτως ο κυριος μου ο βασιλευς του ακουειν το αγαθον και το πονηρον και κυριος ο θεος σου εσται μετα σου

14:18 και απεκριθη ο βασιλευς και ειπεν προς την γυναικα μη δη κρυψης απ' εμου ρημα ο εγω επερωτω σε και ειπεν η γυνη λαλησατω δη ο κυριος μου ο βασιλευς

14:19 και ειπεν ο βασιλευς μη η χειρ ιωαβ εν παντι τουτω μετα σου και ειπεν η γυνη τω βασιλει ζη η ψυχη σου κυριε μου βασιλευ ει εστιν εις τα δεξια η εις τα αριστερα εκ παντων ων ελαλησεν ο κυριος μου ο βασιλευς οτι ο δουλος σου ιωαβ αυτος ενετειλατο μοι και αυτος εθετο εν τω στοματι της δουλης σου παντας τους λογους τουτους

14:20 ενεκεν του περιελθειν το προσωπον του ρηματος τουτου εποιησεν ο δουλος σου ιωαβ τον λογον τουτον και ο κυριος μου σοφος καθως σοφια αγγελου του θεου του γνωναι παντα τα εν τη γη

14:21 και ειπεν ο βασιλευς προς ιωαβ ιδου δη εποιησα σοι κατα τον λογον σου τουτον πορευου επιστρεψον το παιδαριον τον αβεσσαλωμ

14:22 και επεσεν ιωαβ επι προσωπον αυτου επι την γην και προσεκυνησεν και ευλογησεν τον βασιλεα και ειπεν ιωαβ σημερον εγνω ο δουλος σου οτι ευρον χαριν εν οφθαλμοις σου κυριε μου βασιλευ οτι εποιησεν ο κυριος μου ο βασιλευς τον λογον του δουλου αυτου

14:23 και ανεστη ιωαβ και επορευθη εις γεδσουρ και ηγαγεν τον αβεσσαλωμ εις ιερουσαλημ

14:24 και ειπεν ο βασιλευς αποστραφητω εις τον οικον αυτου και το προσωπον μου μη βλεπετω και απεστρεψεν αβεσσαλωμ εις τον οικον αυτου και το προσωπον του βασιλεως ουκ ειδεν

14:25 και ως αβεσσαλωμ ουκ ην ανηρ εν παντι ισραηλ αινετος σφοδρα απο ιχνους ποδος αυτου και εως κορυφης αυτου ουκ ην εν αυτω μωμος

14:26 και εν τω κειρεσθαι αυτον την κεφαλην αυτου και εγενετο απ' αρχης ημερων εις ημερας ως αν εκειρετο οτι κατεβαρυνετο επ' αυτον και κειρομενος αυτην εστησεν την τριχα της κεφαλης αυτου διακοσιους σικλους εν τω σικλω τω βασιλικω

14:27 και ετεχθησαν τω αβεσσαλωμ τρεις υιοι και θυγατηρ μια και ονομα αυτη θημαρ αυτη ην γυνη καλη σφοδρα και γινεται γυνη τω ροβοαμ υιω σαλωμων και τικτει αυτω τον αβια

14:28 και εκαθισεν αβεσσαλωμ εν ιερουσαλημ δυο ετη ημερων και το προσωπον του βασιλεως ουκ ειδεν

14:29 και απεστειλεν αβεσσαλωμ προς ιωαβ του αποστειλαι αυτον προς τον βασιλεα και ουκ ηθελησεν ελθειν προς αυτον και απεστειλεν εκ δευτερου προς αυτον και ουκ ηθελησεν παραγενεσθαι

14:30 και ειπεν αβεσσαλωμ προς τους παιδας αυτου ιδετε η μερις εν αγρω του ιωαβ εχομενα μου και αυτω κριθαι εκει πορευεσθε και εμπρησατε αυτην εν πυρι και ενεπρησαν αυτας οι παιδες αβεσσαλωμ και παραγινονται οι δουλοι ιωαβ προς αυτον διερρηχοτες τα ιματια αυτων και ειπαν ενεπυρισαν οι δουλοι αβεσσαλωμ την μεριδα εν πυρι

14:31 και ανεστη ιωαβ και ηλθεν προς αβεσσαλωμ εις τον οικον και ειπεν προς αυτον ινα τι οι παιδες σου ενεπυρισαν την μεριδα την εμην εν πυρι

14:32 και ειπεν αβεσσαλωμ προς ιωαβ ιδου απεστειλα προς σε λεγων ηκε ωδε και αποστελω σε προς τον βασιλεα λεγων ινα τι ηλθον εκ γεδσουρ αγαθον μοι ην του ετι ειναι με εκει και νυν ιδου το προσωπον του βασιλεως ουκ ειδον ει δε εστιν εν εμοι αδικια και θανατωσον με

14:33 και εισηλθεν ιωαβ προς τον βασιλεα και απηγγειλεν αυτω και εκαλεσεν τον αβεσσαλωμ και εισηλθεν προς τον βασιλεα και προσεκυνησεν αυτω και επεσεν επι προσωπον αυτου επι την γην κατα προσωπον του βασιλεως και κατεφιλησεν ο βασιλευς τον αβεσσαλωμ

 

Created with FREE HTMLCompiler by BibleDatabase