HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 16

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

16:1 και δαυιδ παρηλθεν βραχυ τι απο της ροως και ιδου σιβα το παιδαριον μεμφιβοσθε εις απαντην αυτου και ζευγος ονων επισεσαγμενων και επ' αυτοις διακοσιοι αρτοι και εκατον σταφιδες και εκατον φοινικες και νεβελ οινου

16:2 και ειπεν ο βασιλευς προς σιβα τι ταυτα σοι και ειπεν σιβα τα υποζυγια τη οικια του βασιλεως του επικαθησθαι και οι αρτοι και οι φοινικες εις βρωσιν τοις παιδαριοις και ο οινος πιειν τοις εκλελυμενοις εν τη ερημω

16:3 και ειπεν ο βασιλευς και που ο υιος του κυριου σου και ειπεν σιβα προς τον βασιλεα ιδου καθηται εν ιερουσαλημ οτι ειπεν σημερον επιστρεψουσιν μοι ο οικος ισραηλ την βασιλειαν του πατρος μου

16:4 και ειπεν ο βασιλευς τω σιβα ιδου σοι παντα οσα εστιν τω μεμφιβοσθε και ειπεν σιβα προσκυνησας ευροιμι χαριν εν οφθαλμοις σου κυριε μου βασιλευ

16:5 και ηλθεν ο βασιλευς δαυιδ εως βαουριμ και ιδου εκειθεν ανηρ εξεπορευετο εκ συγγενειας οικου σαουλ και ονομα αυτω σεμει υιος γηρα εξηλθεν εκπορευομενος και καταρωμενος

16:6 και λιθαζων εν λιθοις τον δαυιδ και παντας τους παιδας του βασιλεως δαυιδ και πας ο λαος ην και παντες οι δυνατοι εκ δεξιων και εξ ευωνυμων του βασιλεως

16:7 και ουτως ελεγεν σεμει εν τω καταρασθαι αυτον εξελθε εξελθε ανηρ αιματων και ανηρ ο παρανομος

16:8 επεστρεψεν επι σε κυριος παντα τα αιματα του οικου σαουλ οτι εβασιλευσας αντ' αυτου και εδωκεν κυριος την βασιλειαν εν χειρι αβεσσαλωμ του υιου σου και ιδου συ εν τη κακια σου οτι ανηρ αιματων συ

16:9 και ειπεν αβεσσα υιος σαρουιας προς τον βασιλεα ινα τι καταραται ο κυων ο τεθνηκως ουτος τον κυριον μου τον βασιλεα διαβησομαι δη και αφελω την κεφαλην αυτου

16:10 και ειπεν ο βασιλευς τι εμοι και υμιν υιοι σαρουιας αφετε αυτον και ουτως καταρασθω οτι κυριος ειπεν αυτω καταρασθαι τον δαυιδ και τις ερει ως τι εποιησας ουτως

16:11 και ειπεν δαυιδ προς αβεσσα και προς παντας τους παιδας αυτου ιδου ο υιος μου ο εξελθων εκ της κοιλιας μου ζητει την ψυχην μου και προσετι νυν ο υιος του ιεμινι αφετε αυτον καταρασθαι οτι ειπεν αυτω κυριος

16:12 ει πως ιδοι κυριος εν τη ταπεινωσει μου και επιστρεψει μοι αγαθα αντι της καταρας αυτου τη ημερα ταυτη

16:13 και επορευθη δαυιδ και οι ανδρες αυτου εν τη οδω και σεμει επορευετο εκ πλευρας του ορους εχομενα αυτου πορευομενος και καταρωμενος και λιθαζων εν λιθοις εκ πλαγιων αυτου και τω χοι πασσων

16:14 και ηλθεν ο βασιλευς και πας ο λαος αυτου εκλελυμενοι και ανεψυξαν εκει

16:15 και αβεσσαλωμ και πας ανηρ ισραηλ εισηλθον εις ιερουσαλημ και αχιτοφελ μετ' αυτου

16:16 και εγενηθη ηνικα ηλθεν χουσι ο αρχι εταιρος δαυιδ προς αβεσσαλωμ και ειπεν χουσι προς αβεσσαλωμ ζητω ο βασιλευς

16:17 και ειπεν αβεσσαλωμ προς χουσι τουτο το ελεος σου μετα του εταιρου σου ινα τι ουκ απηλθες μετα του εταιρου σου

16:18 και ειπεν χουσι προς αβεσσαλωμ ουχι αλλα κατοπισθεν ου εξελεξατο κυριος και ο λαος ουτος και πας ανηρ ισραηλ αυτω εσομαι και μετ' αυτου καθησομαι

16:19 και το δευτερον τινι εγω δουλευσω ουχι ενωπιον του υιου αυτου καθαπερ εδουλευσα ενωπιον του πατρος σου ουτως εσομαι ενωπιον σου

16:20 και ειπεν αβεσσαλωμ προς αχιτοφελ φερετε εαυτοις βουλην τι ποιησωμεν

16:21 και ειπεν αχιτοφελ προς αβεσσαλωμ εισελθε προς τας παλλακας του πατρος σου ας κατελιπεν φυλασσειν τον οικον αυτου και ακουσεται πας ισραηλ οτι κατησχυνας τον πατερα σου και ενισχυσουσιν αι χειρες παντων των μετα σου

16:22 και επηξαν την σκηνην τω αβεσσαλωμ επι το δωμα και εισηλθεν αβεσσαλωμ προς τας παλλακας του πατρος αυτου κατ' οφθαλμους παντος ισραηλ

16:23 και η βουλη αχιτοφελ ην εβουλευσατο εν ταις ημεραις ταις πρωταις ον τροπον επερωτηση εν λογω του θεου ουτως πασα η βουλη του αχιτοφελ και γε τω δαυιδ και γε τω αβεσσαλωμ

 

Created with FREE HTMLCompiler by BibleDatabase