HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 17

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

17:1 και ειπεν αχιτοφελ προς αβεσσαλωμ επιλεξω δη εμαυτω δωδεκα χιλιαδας ανδρων και αναστησομαι και καταδιωξω οπισω δαυιδ την νυκτα

17:2 και επελευσομαι επ' αυτον και αυτος κοπιων και εκλελυμενος χερσιν και εκστησω αυτον και φευξεται πας ο λαος ο μετ' αυτου και παταξω τον βασιλεα μονωτατον

17:3 και επιστρεψω παντα τον λαον προς σε ον τροπον επιστρεφει η νυμφη προς τον ανδρα αυτης πλην ψυχην ενος ανδρος συ ζητεις και παντι τω λαω εσται ειρηνη

17:4 και ευθης ο λογος εν οφθαλμοις αβεσσαλωμ και εν οφθαλμοις παντων των πρεσβυτερων ισραηλ

17:5 και ειπεν αβεσσαλωμ καλεσατε δη και γε τον χουσι τον αραχι και ακουσωμεν τι εν τω στοματι αυτου και γε αυτου

17:6 και εισηλθεν χουσι προς αβεσσαλωμ και ειπεν αβεσσαλωμ προς αυτον λεγων κατα το ρημα τουτο ελαλησεν αχιτοφελ ει ποιησομεν κατα τον λογον αυτου ει δε μη συ λαλησον

17:7 και ειπεν χουσι προς αβεσσαλωμ ουκ αγαθη αυτη η βουλη ην εβουλευσατο αχιτοφελ το απαξ τουτο

17:8 και ειπεν χουσι συ οιδας τον πατερα σου και τους ανδρας αυτου οτι δυνατοι εισιν σφοδρα και καταπικροι τη ψυχη αυτων ως αρκος ητεκνωμενη εν αγρω και ως υς τραχεια εν τω πεδιω και ο πατηρ σου ανηρ πολεμιστης και ου μη καταλυση τον λαον

17:9 ιδου γαρ αυτος νυν κεκρυπται εν ενι των βουνων η εν ενι των τοπων και εσται εν τω επιπεσειν αυτοις εν αρχη και ακουση ο ακουων και ειπη εγενηθη θραυσις εν τω λαω τω οπισω αβεσσαλωμ

17:10 και γε αυτος υιος δυναμεως ου η καρδια καθως η καρδια του λεοντος τηκομενη τακησεται οτι οιδεν πας ισραηλ οτι δυνατος ο πατηρ σου και υιοι δυναμεως οι μετ' αυτου

17:11 οτι ουτως συμβουλευων εγω συνεβουλευσα και συναγομενος συναχθησεται επι σε πας ισραηλ απο δαν και εως βηρσαβεε ως η αμμος η επι της θαλασσης εις πληθος και το προσωπον σου πορευομενον εν μεσω αυτων

17:12 και ηξομεν προς αυτον εις ενα των τοπων ου εαν ευρωμεν αυτον εκει και παρεμβαλουμεν επ' αυτον ως πιπτει η δροσος επι την γην και ουχ υπολειψομεθα εν αυτω και τοις ανδρασιν τοις μετ' αυτου και γε ενα

17:13 και εαν εις πολιν συναχθη και λημψεται πας ισραηλ προς την πολιν εκεινην σχοινια και συρουμεν αυτην εως εις τον χειμαρρουν οπως μη καταλειφθη εκει μηδε λιθος

17:14 και ειπεν αβεσσαλωμ και πας ανηρ ισραηλ αγαθη η βουλη χουσι του αραχι υπερ την βουλην αχιτοφελ και κυριος ενετειλατο διασκεδασαι την βουλην αχιτοφελ την αγαθην οπως αν επαγαγη κυριος επι αβεσσαλωμ τα κακα παντα

17:15 και ειπεν χουσι ο του αραχι προς σαδωκ και αβιαθαρ τους ιερεις ουτως και ουτως συνεβουλευσεν αχιτοφελ τω αβεσσαλωμ και τοις πρεσβυτεροις ισραηλ και ουτως και ουτως συνεβουλευσα εγω

17:16 και νυν αποστειλατε ταχυ και αναγγειλατε τω δαυιδ λεγοντες μη αυλισθης την νυκτα εν αραβωθ της ερημου και γε διαβαινων σπευσον μηποτε καταπιη τον βασιλεα και παντα τον λαον τον μετ' αυτου

17:17 και ιωναθαν και αχιμαας ειστηκεισαν εν τη πηγη ρωγηλ και επορευθη η παιδισκη και ανηγγειλεν αυτοις και αυτοι πορευονται και αναγγελλουσιν τω βασιλει δαυιδ οτι ουκ εδυναντο οφθηναι του εισελθειν εις την πολιν

17:18 και ειδεν αυτους παιδαριον και απηγγειλεν τω αβεσσαλωμ και επορευθησαν οι δυο ταχεως και εισηλθαν εις οικιαν ανδρος εν βαουριμ και αυτω λακκος εν τη αυλη και κατεβησαν εκει

17:19 και ελαβεν η γυνη και διεπετασεν το επικαλυμμα επι προσωπον του λακκου και εψυξεν επ' αυτω αραφωθ και ουκ εγνωσθη ρημα

17:20 και ηλθαν οι παιδες αβεσσαλωμ προς την γυναικα εις την οικιαν και ειπαν που αχιμαας και ιωναθαν και ειπεν αυτοις η γυνη παρηλθαν μικρον του υδατος και εζητησαν και ουχ ευραν και ανεστρεψαν εις ιερουσαλημ

17:21 εγενετο δε μετα το απελθειν αυτους και ανεβησαν εκ του λακκου και επορευθησαν και ανηγγειλαν τω βασιλει δαυιδ και ειπαν προς δαυιδ αναστητε και διαβητε ταχεως το υδωρ οτι ουτως εβουλευσατο περι υμων αχιτοφελ

17:22 και ανεστη δαυιδ και πας ο λαος ο μετ' αυτου και διεβησαν τον ιορδανην εως του φωτος του πρωι εως ενος ουκ ελαθεν ος ου διηλθεν τον ιορδανην

17:23 και αχιτοφελ ειδεν οτι ουκ εγενηθη η βουλη αυτου και επεσαξεν την ονον αυτου και ανεστη και απηλθεν εις τον οικον αυτου εις την πολιν αυτου και ενετειλατο τω οικω αυτου και απηγξατο και απεθανεν και εταφη εν τω ταφω του πατρος αυτου

17:24 και δαυιδ διηλθεν εις μαναιμ και αβεσσαλωμ διεβη τον ιορδανην αυτος και πας ανηρ ισραηλ μετ' αυτου

17:25 και τον αμεσσαι κατεστησεν αβεσσαλωμ αντι ιωαβ επι της δυναμεως και αμεσσαι υιος ανδρος και ονομα αυτω ιοθορ ο ισραηλιτης ουτος εισηλθεν προς αβιγαιαν θυγατερα ναας αδελφην σαρουιας μητρος ιωαβ

17:26 και παρενεβαλεν πας ισραηλ και αβεσσαλωμ εις την γην γαλααδ

17:27 και εγενετο ηνικα ηλθεν δαυιδ εις μαναιμ ουεσβι υιος ναας εκ ραββαθ υιων αμμων και μαχιρ υιος αμιηλ εκ λωδαβαρ και βερζελλι ο γαλααδιτης εκ ρωγελλιμ

17:28 ηνεγκαν δεκα κοιτας και αμφιταπους και λεβητας δεκα και σκευη κεραμου και πυρους και κριθας και αλευρον και αλφιτον και κυαμον και φακον

17:29 και μελι και βουτυρον και προβατα και σαφφωθ βοων και προσηνεγκαν τω δαυιδ και τω λαω τω μετ' αυτου φαγειν οτι ειπαν ο λαος πεινων και εκλελυμενος και διψων εν τη ερημω

 

Created with FREE HTMLCompiler by BibleDatabase