HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 18

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

18:1 και επεσκεψατο δαυιδ τον λαον τον μετ' αυτου και κατεστησεν επ' αυτων χιλιαρχους και εκατονταρχους

18:2 και απεστειλεν δαυιδ τον λαον το τριτον εν χειρι ιωαβ και το τριτον εν χειρι αβεσσα υιου σαρουιας αδελφου ιωαβ και το τριτον εν χειρι εθθι του γεθθαιου και ειπεν δαυιδ προς τον λαον εξελθων εξελευσομαι και γε εγω μεθ' υμων

18:3 και ειπαν ουκ εξελευση οτι εαν φυγη φυγωμεν ου θησουσιν εφ' ημας καρδιαν και εαν αποθανωμεν το ημισυ ημων ου θησουσιν εφ' ημας καρδιαν οτι συ ως ημεις δεκα χιλιαδες και νυν αγαθον οτι εση ημιν εν τη πολει βοηθεια του βοηθειν

18:4 και ειπεν προς αυτους ο βασιλευς ο εαν αρεση εν οφθαλμοις υμων ποιησω και εστη ο βασιλευς ανα χειρα της πυλης και πας ο λαος εξεπορευετο εις εκατονταδας και εις χιλιαδας

18:5 και ενετειλατο ο βασιλευς τω ιωαβ και τω αβεσσα και τω εθθι λεγων φεισασθε μοι του παιδαριου του αβεσσαλωμ και πας ο λαος ηκουσεν εντελλομενου του βασιλεως πασιν τοις αρχουσιν υπερ αβεσσαλωμ

18:6 και εξηλθεν πας ο λαος εις τον δρυμον εξ εναντιας ισραηλ και εγενετο ο πολεμος εν τω δρυμω εφραιμ

18:7 και επταισεν εκει ο λαος ισραηλ ενωπιον των παιδων δαυιδ και εγενετο η θραυσις μεγαλη εν τη ημερα εκεινη εικοσι χιλιαδες ανδρων

18:8 και εγενετο εκει ο πολεμος διεσπαρμενος επι προσωπον πασης της γης και επλεονασεν ο δρυμος του καταφαγειν εκ του λαου υπερ ους κατεφαγεν εν τω λαω η μαχαιρα εν τη ημερα εκεινη

18:9 και συνηντησεν αβεσσαλωμ ενωπιον των παιδων δαυιδ και αβεσσαλωμ επιβεβηκως επι του ημιονου αυτου και εισηλθεν ο ημιονος υπο το δασος της δρυος της μεγαλης και εκρεμασθη η κεφαλη αυτου εν τη δρυι και εκρεμασθη ανα μεσον του ουρανου και ανα μεσον της γης και ο ημιονος υποκατω αυτου παρηλθεν

18:10 και ειδεν ανηρ εις και ανηγγειλεν ιωαβ και ειπεν ιδου εωρακα τον αβεσσαλωμ κρεμαμενον εν τη δρυι

18:11 και ειπεν ιωαβ τω ανδρι τω απαγγελλοντι και ιδου εορακας τι οτι ουκ επαταξας αυτον εις την γην και εγω αν δεδωκειν σοι δεκα αργυριου και παραζωνην μιαν

18:12 ειπεν δε ο ανηρ προς ιωαβ και εγω ειμι ιστημι επι τας χειρας μου χιλιους σικλους αργυριου ου μη επιβαλω χειρα μου επι τον υιον του βασιλεως οτι εν τοις ωσιν ημων ενετειλατο ο βασιλευς σοι και αβεσσα και τω εθθι λεγων φυλαξατε μοι το παιδαριον τον αβεσσαλωμ

18:13 μη ποιησαι εν τη ψυχη αυτου αδικον και πας ο λογος ου λησεται απο του βασιλεως και συ στηση εξ εναντιας

18:14 και ειπεν ιωαβ τουτο εγω αρξομαι ουχ ουτως μενω ενωπιον σου και ελαβεν ιωαβ τρια βελη εν τη χειρι αυτου και ενεπηξεν αυτα εν τη καρδια αβεσσαλωμ ετι αυτου ζωντος εν τη καρδια της δρυος

18:15 και εκυκλωσαν δεκα παιδαρια αιροντα τα σκευη ιωαβ και επαταξαν τον αβεσσαλωμ και εθανατωσαν αυτον

18:16 και εσαλπισεν ιωαβ εν κερατινη και απεστρεψεν ο λαος του μη διωκειν οπισω ισραηλ οτι εφειδετο ιωαβ του λαου

18:17 και ελαβεν τον αβεσσαλωμ και ερριψεν αυτον εις χασμα μεγα εν τω δρυμω εις τον βοθυνον τον μεγαν και εστηλωσεν επ' αυτον σωρον λιθων μεγαν σφοδρα και πας ισραηλ εφυγεν ανηρ εις το σκηνωμα αυτου

18:18 και αβεσσαλωμ ετι ζων και εστησεν εαυτω την στηλην εν η ελημφθη και εστηλωσεν αυτην λαβειν την στηλην την εν τη κοιλαδι του βασιλεως οτι ειπεν ουκ εστιν αυτω υιος ενεκεν του αναμνησαι το ονομα αυτου και εκαλεσεν την στηλην χειρ αβεσσαλωμ εως της ημερας ταυτης

18:19 και αχιμαας υιος σαδωκ ειπεν δραμω δη και ευαγγελιω τω βασιλει οτι εκρινεν αυτω κυριος εκ χειρος των εχθρων αυτου

18:20 και ειπεν αυτω ιωαβ ουκ ανηρ ευαγγελιας συ εν τη ημερα ταυτη και ευαγγελιη εν ημερα αλλη εν δε τη ημερα ταυτη ουκ ευαγγελιη ου εινεκεν ο υιος του βασιλεως απεθανεν

18:21 και ειπεν ιωαβ τω χουσι βαδισας αναγγειλον τω βασιλει οσα ειδες και προσεκυνησεν χουσι τω ιωαβ και εξηλθεν

18:22 και προσεθετο ετι αχιμαας υιος σαδωκ και ειπεν προς ιωαβ και εστω οτι δραμω και γε εγω οπισω του χουσι και ειπεν ιωαβ ινα τι τουτο τρεχεις υιε μου δευρο ουκ εστιν σοι ευαγγελια εις ωφελειαν πορευομενω

18:23 και ειπεν τι γαρ εαν δραμουμαι και ειπεν αυτω ιωαβ δραμε και εδραμεν αχιμαας οδον την του κεχαρ και υπερεβη τον χουσι

18:24 και δαυιδ εκαθητο ανα μεσον των δυο πυλων και επορευθη ο σκοπος εις το δωμα της πυλης προς το τειχος και επηρεν τους οφθαλμους αυτου και ειδεν και ιδου ανηρ τρεχων μονος ενωπιον αυτου

18:25 και ανεβοησεν ο σκοπος και απηγγειλεν τω βασιλει και ειπεν ο βασιλευς ει μονος εστιν ευαγγελια εν τω στοματι αυτου και επορευετο πορευομενος και εγγιζων

18:26 και ειδεν ο σκοπος ανδρα ετερον τρεχοντα και εβοησεν ο σκοπος προς τη πυλη και ειπεν ιδου ανηρ ετερος τρεχων μονος και ειπεν ο βασιλευς και γε ουτος ευαγγελιζομενος

18:27 και ειπεν ο σκοπος εγω ορω τον δρομον του πρωτου ως δρομον αχιμαας υιου σαδωκ και ειπεν ο βασιλευς ανηρ αγαθος ουτος και γε εις ευαγγελιαν αγαθην ελευσεται

18:28 και εβοησεν αχιμαας και ειπεν προς τον βασιλεα ειρηνη και προσεκυνησεν τω βασιλει επι προσωπον αυτου επι την γην και ειπεν ευλογητος κυριος ο θεος σου ος απεκλεισεν τους ανδρας τους μισουντας την χειρα αυτων εν τω κυριω μου τω βασιλει

18:29 και ειπεν ο βασιλευς ειρηνη τω παιδαριω τω αβεσσαλωμ και ειπεν αχιμαας ειδον το πληθος το μεγα του αποστειλαι τον δουλον του βασιλεως ιωαβ και τον δουλον σου και ουκ εγνων τι εκει

18:30 και ειπεν ο βασιλευς επιστρεψον στηλωθητι ωδε και επεστραφη και εστη

18:31 και ιδου ο χουσι παρεγενετο και ειπεν τω βασιλει ευαγγελισθητω ο κυριος μου ο βασιλευς οτι εκρινεν σοι κυριος σημερον εκ χειρος παντων των επεγειρομενων επι σε

18:32 και ειπεν ο βασιλευς προς τον χουσι ει ειρηνη τω παιδαριω τω αβεσσαλωμ και ειπεν ο χουσι γενοιντο ως το παιδαριον οι εχθροι του κυριου μου του βασιλεως και παντες οσοι επανεστησαν επ' αυτον εις κακα

 

Created with FREE HTMLCompiler by BibleDatabase