HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

19:1 και εταραχθη ο βασιλευς και ανεβη εις το υπερωον της πυλης και εκλαυσεν και ουτως ειπεν εν τω πορευεσθαι αυτον υιε μου αβεσσαλωμ υιε μου υιε μου αβεσσαλωμ τις δωη τον θανατον μου αντι σου εγω αντι σου αβεσσαλωμ υιε μου υιε μου

19:2 και ανηγγελη τω ιωαβ λεγοντες ιδου ο βασιλευς κλαιει και πενθει επι αβεσσαλωμ

19:3 και εγενετο η σωτηρια εν τη ημερα εκεινη εις πενθος παντι τω λαω οτι ηκουσεν ο λαος εν τη ημερα εκεινη λεγων οτι λυπειται ο βασιλευς επι τω υιω αυτου

19:4 και διεκλεπτετο ο λαος εν τη ημερα εκεινη του εισελθειν εις την πολιν καθως διακλεπτεται ο λαος οι αισχυνομενοι εν τω αυτους φευγειν εν τω πολεμω

19:5 και ο βασιλευς εκρυψεν το προσωπον αυτου και εκραξεν ο βασιλευς φωνη μεγαλη λεγων υιε μου αβεσσαλωμ αβεσσαλωμ υιε μου

19:6 και εισηλθεν ιωαβ προς τον βασιλεα εις τον οικον και ειπεν κατησχυνας σημερον το προσωπον παντων των δουλων σου των εξαιρουμενων σε σημερον και την ψυχην των υιων σου και των θυγατερων σου και την ψυχην των γυναικων σου και των παλλακων σου

19:7 του αγαπαν τους μισουντας σε και μισειν τους αγαπωντας σε και ανηγγειλας σημερον οτι ουκ εισιν οι αρχοντες σου ουδε παιδες οτι εγνωκα σημερον οτι ει αβεσσαλωμ εζη παντες ημεις σημερον νεκροι οτι τοτε το ευθες ην εν οφθαλμοις σου

19:8 και νυν αναστας εξελθε και λαλησον εις την καρδιαν των δουλων σου οτι εν κυριω ωμοσα οτι ει μη εκπορευση σημερον ει αυλισθησεται ανηρ μετα σου την νυκτα ταυτην και επιγνωθι σεαυτω και κακον σοι τουτο υπερ παν το κακον το επελθον σοι εκ νεοτητος σου εως του νυν

19:9 και ανεστη ο βασιλευς και εκαθισεν εν τη πυλη και πας ο λαος ανηγγειλαν λεγοντες ιδου ο βασιλευς καθηται εν τη πυλη και εισηλθεν πας ο λαος κατα προσωπον του βασιλεως και ισραηλ εφυγεν ανηρ εις τα σκηνωματα αυτου

19:10 και ην πας ο λαος κρινομενος εν πασαις φυλαις ισραηλ λεγοντες ο βασιλευς δαυιδ ερρυσατο ημας απο παντων των εχθρων ημων και αυτος εξειλατο ημας εκ χειρος αλλοφυλων και νυν πεφευγεν απο της γης και απο της βασιλειας αυτου απο αβεσσαλωμ

19:11 και αβεσσαλωμ ον εχρισαμεν εφ' ημων απεθανεν εν τω πολεμω και νυν ινα τι υμεις κωφευετε του επιστρεψαι τον βασιλεα και το ρημα παντος ισραηλ ηλθεν προς τον βασιλεα

19:12 και ο βασιλευς δαυιδ απεστειλεν προς σαδωκ και προς αβιαθαρ τους ιερεις λεγων λαλησατε προς τους πρεσβυτερους ιουδα λεγοντες ινα τι γινεσθε εσχατοι του επιστρεψαι τον βασιλεα εις τον οικον αυτου και λογος παντος ισραηλ ηλθεν προς τον βασιλεα

19:13 αδελφοι μου υμεις οστα μου και σαρκες μου υμεις και ινα τι γινεσθε εσχατοι του επιστρεψαι τον βασιλεα εις τον οικον αυτου

19:14 και τω αμεσσαι ερειτε ουχι οστουν μου και σαρξ μου συ και νυν ταδε ποιησαι μοι ο θεος και ταδε προσθειη ει μη αρχων δυναμεως εση ενωπιον εμου πασας τας ημερας αντι ιωαβ

19:15 και εκλινεν την καρδιαν παντος ανδρος ιουδα ως ανδρος ενος και απεστειλαν προς τον βασιλεα λεγοντες επιστραφητι συ και παντες οι δουλοι σου

19:16 και επεστρεψεν ο βασιλευς και ηλθεν εως του ιορδανου και ανδρες ιουδα ηλθαν εις γαλγαλα του πορευεσθαι εις απαντην του βασιλεως διαβιβασαι τον βασιλεα τον ιορδανην

19:17 και εταχυνεν σεμει υιος γηρα υιου του ιεμενι εκ βαουριμ και κατεβη μετα ανδρος ιουδα εις απαντην του βασιλεως δαυιδ

19:18 και χιλιοι ανδρες μετ' αυτου εκ του βενιαμιν και σιβα το παιδαριον του οικου σαουλ και δεκα πεντε υιοι αυτου μετ' αυτου και εικοσι δουλοι αυτου μετ' αυτου και κατευθυναν τον ιορδανην εμπροσθεν του βασιλεως

19:19 και ελειτουργησαν την λειτουργιαν του διαβιβασαι τον βασιλεα και διεβη η διαβασις εξεγειραι τον οικον του βασιλεως και του ποιησαι το ευθες εν οφθαλμοις αυτου και σεμει υιος γηρα επεσεν επι προσωπον αυτου ενωπιον του βασιλεως διαβαινοντος αυτου τον ιορδανην

19:20 και ειπεν προς τον βασιλεα μη διαλογισασθω ο κυριος μου ανομιαν και μη μνησθης οσα ηδικησεν ο παις σου εν τη ημερα η ο κυριος μου ο βασιλευς εξεπορευετο εξ ιερουσαλημ του θεσθαι τον βασιλεα εις την καρδιαν αυτου

19:21 οτι εγνω ο δουλος σου οτι εγω ημαρτον και ιδου εγω ηλθον σημερον προτερος παντος οικου ιωσηφ του καταβηναι εις απαντην του κυριου μου του βασιλεως

19:22 και απεκριθη αβεσσα υιος σαρουιας και ειπεν μη αντι τουτου ου θανατωθησεται σεμει οτι κατηρασατο τον χριστον κυριου

19:23 και ειπεν δαυιδ τι εμοι και υμιν υιοι σαρουιας οτι γινεσθε μοι σημερον εις επιβουλον σημερον ου θανατωθησεται τις ανηρ εξ ισραηλ οτι ουκ οιδα ει σημερον βασιλευω εγω επι τον ισραηλ

19:24 και ειπεν ο βασιλευς προς σεμει ου μη αποθανης και ωμοσεν αυτω ο βασιλευς

19:25 και μεμφιβοσθε υιος ιωναθαν υιου σαουλ κατεβη εις απαντην του βασιλεως και ουκ εθεραπευσεν τους ποδας αυτου ουδε ωνυχισατο ουδε εποιησεν τον μυστακα αυτου και τα ιματια αυτου ουκ επλυνεν απο της ημερας ης απηλθεν ο βασιλευς εως της ημερας ης αυτος παρεγενετο εν ειρηνη

19:26 και εγενετο οτε εισηλθεν εις ιερουσαλημ εις απαντησιν του βασιλεως και ειπεν αυτω ο βασιλευς τι οτι ουκ επορευθης μετ' εμου μεμφιβοσθε

19:27 και ειπεν προς αυτον μεμφιβοσθε κυριε μου βασιλευ ο δουλος μου παρελογισατο με οτι ειπεν ο παις σου αυτω επισαξον μοι την ονον και επιβω επ' αυτην και πορευσομαι μετα του βασιλεως οτι χωλος ο δουλος σου

19:28 και μεθωδευσεν εν τω δουλω σου προς τον κυριον μου τον βασιλεα και ο κυριος μου ο βασιλευς ως αγγελος του θεου και ποιησον το αγαθον εν οφθαλμοις σου

19:29 οτι ουκ ην πας ο οικος του πατρος μου αλλ' η οτι ανδρες θανατου τω κυριω μου τω βασιλει και εθηκας τον δουλον σου εν τοις εσθιουσιν την τραπεζαν σου και τι εστιν μοι ετι δικαιωμα και του κεκραγεναι με ετι προς τον βασιλεα

19:30 και ειπεν αυτω ο βασιλευς ινα τι λαλεις ετι τους λογους σου ειπον συ και σιβα διελεισθε τον αγρον

19:31 και ειπεν μεμφιβοσθε προς τον βασιλεα και γε τα παντα λαβετω μετα το παραγενεσθαι τον κυριον μου τον βασιλεα εν ειρηνη εις τον οικον αυτου

19:32 και βερζελλι ο γαλααδιτης κατεβη εκ ρωγελλιμ και διεβη μετα του βασιλεως τον ιορδανην εκπεμψαι αυτον τον ιορδανην

19:33 και βερζελλι ανηρ πρεσβυτερος σφοδρα υιος ογδοηκοντα ετων και αυτος διεθρεψεν τον βασιλεα εν τω οικειν αυτον εν μαναιμ οτι ανηρ μεγας εστιν σφοδρα

19:34 και ειπεν ο βασιλευς προς βερζελλι συ διαβηση μετ' εμου και διαθρεψω το γηρας σου μετ' εμου εν ιερουσαλημ

19:35 και ειπεν βερζελλι προς τον βασιλεα ποσαι ημεραι ετων ζωης μου οτι αναβησομαι μετα του βασιλεως εις ιερουσαλημ

19:36 υιος ογδοηκοντα ετων εγω ειμι σημερον μη γνωσομαι ανα μεσον αγαθου και κακου η γευσεται ο δουλος σου ετι ο φαγομαι η πιομαι η ακουσομαι ετι φωνην αδοντων και αδουσων ινα τι εσται ετι ο δουλος σου εις φορτιον επι τον κυριον μου τον βασιλεα

19:37 ως βραχυ διαβησεται ο δουλος σου τον ιορδανην μετα του βασιλεως και ινα τι ανταποδιδωσιν μοι ο βασιλευς την ανταποδοσιν ταυτην

19:38 καθισατω δη ο δουλος σου και αποθανουμαι εν τη πολει μου παρα τω ταφω του πατρος μου και της μητρος μου και ιδου ο δουλος σου χαμααμ διαβησεται μετα του κυριου μου του βασιλεως και ποιησον αυτω το αγαθον εν οφθαλμοις σου

19:39 και ειπεν ο βασιλευς μετ' εμου διαβητω χαμααμ καγω ποιησω αυτω το αγαθον εν οφθαλμοις σου και παντα οσα εκλεξη επ' εμοι ποιησω σοι

19:40 και διεβη πας ο λαος τον ιορδανην και ο βασιλευς διεβη και κατεφιλησεν ο βασιλευς τον βερζελλι και ευλογησεν αυτον και επεστρεψεν εις τον τοπον αυτου

19:41 και διεβη ο βασιλευς εις γαλγαλα και χαμααμ διεβη μετ' αυτου και πας ο λαος ιουδα διαβαινοντες μετα του βασιλεως και γε το ημισυ του λαου ισραηλ

19:42 και ιδου πας ανηρ ισραηλ παρεγενοντο προς τον βασιλεα και ειπον προς τον βασιλεα τι οτι εκλεψαν σε οι αδελφοι ημων ανηρ ιουδα και διεβιβασαν τον βασιλεα και τον οικον αυτου τον ιορδανην και παντες ανδρες δαυιδ μετ' αυτου

19:43 και απεκριθη πας ανηρ ιουδα προς ανδρα ισραηλ και ειπαν διοτι εγγιζει προς με ο βασιλευς και ινα τι ουτως εθυμωθης περι του λογου τουτου μη βρωσει εφαγαμεν εκ του βασιλεως η δομα εδωκεν η αρσιν ηρεν ημιν

19:44 και απεκριθη ανηρ ισραηλ τω ανδρι ιουδα και ειπεν δεκα χειρες μοι εν τω βασιλει και πρωτοτοκος εγω η συ και γε εν τω δαυιδ ειμι υπερ σε και ινα τι τουτο υβρισας με και ουκ ελογισθη ο λογος μου πρωτος μοι του επιστρεψαι τον βασιλεα εμοι και εσκληρυνθη ο λογος ανδρος ιουδα υπερ τον λογον ανδρος ισραηλ

 

Created with FREE HTMLCompiler by BibleDatabase