HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 21

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

21:1 και εγενετο λιμος εν ταις ημεραις δαυιδ τρια ετη ενιαυτος εχομενος ενιαυτου και εζητησεν δαυιδ το προσωπον του κυριου και ειπεν κυριος επι σαουλ και επι τον οικον αυτου αδικια δια το αυτον θανατω αιματων περι ου εθανατωσεν τους γαβαωνιτας

21:2 και εκαλεσεν ο βασιλευς δαυιδ τους γαβαωνιτας και ειπεν προς αυτους και οι γαβαωνιται ουχ υιοι ισραηλ εισιν οτι αλλ' η εκ του λειμματος του αμορραιου και οι υιοι ισραηλ ωμοσαν αυτοις και εζητησεν σαουλ παταξαι αυτους εν τω ζηλωσαι αυτον τους υιους ισραηλ και ιουδα

21:3 και ειπεν δαυιδ προς τους γαβαωνιτας τι ποιησω υμιν και εν τινι εξιλασομαι και ευλογησετε την κληρονομιαν κυριου

21:4 και ειπαν αυτω οι γαβαωνιται ουκ εστιν ημιν αργυριον και χρυσιον μετα σαουλ και μετα του οικου αυτου και ουκ εστιν ημιν ανηρ θανατωσαι εν ισραηλ και ειπεν τι υμεις λεγετε και ποιησω υμιν

21:5 και ειπαν προς τον βασιλεα ο ανηρ συνετελεσεν εφ' ημας και εδιωξεν ημας ος παρελογισατο εξολεθρευσαι ημας αφανισωμεν αυτον του μη εσταναι αυτον εν παντι οριω ισραηλ

21:6 δοτω ημιν επτα ανδρας εκ των υιων αυτου και εξηλιασωμεν αυτους τω κυριω εν γαβαων σαουλ εκλεκτους κυριου και ειπεν ο βασιλευς εγω δωσω

21:7 και εφεισατο ο βασιλευς επι μεμφιβοσθε υιον ιωναθαν υιου σαουλ δια τον ορκον κυριου τον ανα μεσον αυτων ανα μεσον δαυιδ και ανα μεσον ιωναθαν υιου σαουλ

21:8 και ελαβεν ο βασιλευς τους δυο υιους ρεσφα θυγατρος αια ους ετεκεν τω σαουλ τον ερμωνι και τον μεμφιβοσθε και τους πεντε υιους μιχολ θυγατρος σαουλ ους ετεκεν τω εσριηλ υιω βερζελλι τω μοουλαθι

21:9 και εδωκεν αυτους εν χειρι των γαβαωνιτων και εξηλιασαν αυτους εν τω ορει εναντι κυριου και επεσαν οι επτα αυτοι επι το αυτο και αυτοι δε εθανατωθησαν εν ημεραις θερισμου εν πρωτοις εν αρχη θερισμου κριθων

21:10 και ελαβεν ρεσφα θυγατηρ αια τον σακκον και επηξεν αυτη προς την πετραν εν αρχη θερισμου κριθων εως εσταξεν επ' αυτους υδωρ εκ του ουρανου και ουκ εδωκεν τα πετεινα του ουρανου καταπαυσαι επ' αυτους ημερας και τα θηρια του αγρου νυκτος

21:11 και απηγγελη τω δαυιδ οσα εποιησεν ρεσφα θυγατηρ αια παλλακη σαουλ και εξελυθησαν και κατελαβεν αυτους δαν υιος ιωα εκ των απογονων των γιγαντων

21:12 και επορευθη δαυιδ και ελαβεν τα οστα σαουλ και τα οστα ιωναθαν του υιου αυτου παρα των ανδρων υιων ιαβις γαλααδ οι εκλεψαν αυτους εκ της πλατειας βαιθσαν οτι εστησαν αυτους εκει οι αλλοφυλοι εν ημερα η επαταξαν οι αλλοφυλοι τον σαουλ εν γελβουε

21:13 και ανηνεγκεν εκειθεν τα οστα σαουλ και τα οστα ιωναθαν του υιου αυτου και συνηγαγεν τα οστα των εξηλιασμενων

21:14 και εθαψαν τα οστα σαουλ και τα οστα ιωναθαν του υιου αυτου και των ηλιασθεντων εν γη βενιαμιν εν τη πλευρα εν τω ταφω κις του πατρος αυτου και εποιησαν παντα οσα ενετειλατο ο βασιλευς και επηκουσεν ο θεος τη γη μετα ταυτα

21:15 και εγενηθη ετι πολεμος τοις αλλοφυλοις μετα ισραηλ και κατεβη δαυιδ και οι παιδες αυτου μετ' αυτου και επολεμησαν μετα των αλλοφυλων και εξελυθη δαυιδ

21:16 και ιεσβι ος ην εν τοις εκγονοις του ραφα και ο σταθμος του δορατος αυτου τριακοσιων σικλων ολκη χαλκου και αυτος περιεζωσμενος κορυνην και διενοειτο παταξαι τον δαυιδ

21:17 και εβοηθησεν αυτω αβεσσα υιος σαρουιας και επαταξεν τον αλλοφυλον και εθανατωσεν αυτον τοτε ωμοσαν οι ανδρες δαυιδ λεγοντες ουκ εξελευση ετι μεθ' ημων εις πολεμον και ου μη σβεσης τον λυχνον ισραηλ

21:18 και εγενηθη μετα ταυτα ετι πολεμος εν γεθ μετα των αλλοφυλων τοτε επαταξεν σεβοχα ο αστατωθι τον σεφ τον εν τοις εκγονοις του ραφα

21:19 και εγενετο ο πολεμος εν γοβ μετα των αλλοφυλων και επαταξεν ελεαναν υιος αριωργιμ ο βαιθλεεμιτης τον γολιαθ τον γεθθαιον και το ξυλον του δορατος αυτου ως αντιον υφαινοντων

21:20 και εγενετο ετι πολεμος εν γεθ και ην ανηρ μαδων και οι δακτυλοι των χειρων αυτου και οι δακτυλοι των ποδων αυτου εξ και εξ εικοσι τεσσαρες αριθμω και γε αυτος ετεχθη τω ραφα

21:21 και ωνειδισεν τον ισραηλ και επαταξεν αυτον ιωναθαν υιος σεμει αδελφου δαυιδ

21:22 οι τεσσαρες ουτοι ετεχθησαν απογονοι των γιγαντων εν γεθ τω ραφα οικος και επεσαν εν χειρι δαυιδ και εν χειρι των δουλων αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase