HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 22

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

22:1 και ελαλησεν δαυιδ τω κυριω τους λογους της ωδης ταυτης εν η ημερα εξειλατο αυτον κυριος εκ χειρος παντων των εχθρων αυτου και εκ χειρος σαουλ

22:2 και ειπεν κυριε πετρα μου και οχυρωμα μου και εξαιρουμενος με εμοι

22:3 ο θεος μου φυλαξ εσται μου πεποιθως εσομαι επ' αυτω υπερασπιστης μου και κερας σωτηριας μου αντιλημπτωρ μου και καταφυγη μου σωτηριας μου εξ αδικου σωσεις με

22:4 αινετον επικαλεσομαι κυριον και εκ των εχθρων μου σωθησομαι

22:5 οτι περιεσχον με συντριμμοι θανατου χειμαρροι ανομιας εθαμβησαν με

22:6 ωδινες θανατου εκυκλωσαν με προεφθασαν με σκληροτητες θανατου

22:7 εν τω θλιβεσθαι με επικαλεσομαι κυριον και προς τον θεον μου βοησομαι και επακουσεται εκ ναου αυτου φωνης μου και η κραυγη μου εν τοις ωσιν αυτου

22:8 και εταραχθη και εσεισθη η γη και τα θεμελια του ουρανου συνεταραχθησαν και εσπαραχθησαν οτι εθυμωθη κυριος αυτοις

22:9 ανεβη καπνος εν τη οργη αυτου και πυρ εκ στοματος αυτου κατεδεται ανθρακες εξεκαυθησαν απ' αυτου

22:10 και εκλινεν ουρανους και κατεβη και γνοφος υποκατω των ποδων αυτου

22:11 και επεκαθισεν επι χερουβιν και επετασθη και ωφθη επι πτερυγων ανεμου

22:12 και εθετο σκοτος αποκρυφην αυτου κυκλω αυτου η σκηνη αυτου σκοτος υδατων επαχυνεν εν νεφελαις αερος

22:13 απο του φεγγους εναντιον αυτου εξεκαυθησαν ανθρακες πυρος

22:14 εβροντησεν εξ ουρανου κυριος και ο υψιστος εδωκεν φωνην αυτου

22:15 και απεστειλεν βελη και εσκορπισεν αυτους αστραπην και εξεστησεν αυτους

22:16 και ωφθησαν αφεσεις θαλασσης και απεκαλυφθη θεμελια της οικουμενης εν τη επιτιμησει κυριου απο πνοης πνευματος θυμου αυτου

22:17 απεστειλεν εξ υψους και ελαβεν με ειλκυσεν με εξ υδατων πολλων

22:18 ερρυσατο με εξ εχθρων μου ισχυος εκ των μισουντων με οτι εκραταιωθησαν υπερ εμε

22:19 προεφθασαν με εν ημερα θλιψεως μου και εγενετο κυριος επιστηριγμα μου

22:20 και εξηγαγεν με εις πλατυσμον και εξειλατο με οτι ευδοκησεν εν εμοι

22:21 και ανταπεδωκεν μοι κυριος κατα την δικαιοσυνην μου κατα την καθαριοτητα των χειρων μου ανταπεδωκεν μοι

22:22 οτι εφυλαξα οδους κυριου και ουκ ησεβησα απο του θεου μου

22:23 οτι παντα τα κριματα αυτου κατεναντιον μου και τα δικαιωματα αυτου ουκ απεστην απ' αυτων

22:24 και εσομαι αμωμος αυτω και προφυλαξομαι απο της ανομιας μου

22:25 και αποδωσει μοι κυριος κατα την δικαιοσυνην μου και κατα την καθαριοτητα των χειρων μου ενωπιον των οφθαλμων αυτου

22:26 μετα οσιου οσιωθηση και μετα ανδρος τελειου τελειωθηση

22:27 και μετα εκλεκτου εκλεκτος εση και μετα στρεβλου στρεβλωθηση

22:28 και τον λαον τον πτωχον σωσεις και οφθαλμους επι μετεωρων ταπεινωσεις

22:29 οτι συ ο λυχνος μου κυριε και κυριος εκλαμψει μοι το σκοτος μου

22:30 οτι εν σοι δραμουμαι μονοζωνος και εν τω θεω μου υπερβησομαι τειχος

22:31 ο ισχυρος αμωμος η οδος αυτου το ρημα κυριου κραταιον πεπυρωμενον υπερασπιστης εστιν πασιν τοις πεποιθοσιν επ' αυτω

22:32 τις ισχυρος πλην κυριου και τις κτιστης εσται πλην του θεου ημων

22:33 ο ισχυρος ο κραταιων με δυναμει και εξετιναξεν αμωμον την οδον μου

22:34 τιθεις τους ποδας μου ως ελαφων και επι τα υψη ιστων με

22:35 διδασκων χειρας μου εις πολεμον και καταξας τοξον χαλκουν εν βραχιονι μου

22:36 και εδωκας μοι υπερασπισμον σωτηριας μου και η υπακοη σου επληθυνεν με

22:37 εις πλατυσμον εις τα διαβηματα μου υποκατω μου και ουκ εσαλευθησαν τα σκελη μου

22:38 διωξω εχθρους μου και αφανιω αυτους και ουκ αναστρεψω εως συντελεσω αυτους

22:39 και θλασω αυτους και ουκ αναστησονται και πεσουνται υπο τους ποδας μου

22:40 και ενισχυσεις με δυναμει εις πολεμον καμψεις τους επανιστανομενους μοι υποκατω μου

22:41 και τους εχθρους μου εδωκας μοι νωτον τους μισουντας με και εθανατωσας αυτους

22:42 βοησονται και ουκ εστιν βοηθος προς κυριον και ουχ υπηκουσεν αυτων

22:43 και ελεανα αυτους ως χουν γης ως πηλον εξοδων ελεπτυνα αυτους

22:44 και ρυση με εκ μαχης λαων φυλαξεις με εις κεφαλην εθνων λαος ον ουκ εγνων εδουλευσαν μοι

22:45 υιοι αλλοτριοι εψευσαντο μοι εις ακοην ωτιου ηκουσαν μου

22:46 υιοι αλλοτριοι απορριφησονται και σφαλουσιν εκ των συγκλεισμων αυτων

22:47 ζη κυριος και ευλογητος ο φυλαξ μου και υψωθησεται ο θεος μου ο φυλαξ της σωτηριας μου

22:48 ισχυρος κυριος ο διδους εκδικησεις εμοι παιδευων λαους υποκατω μου

22:49 και εξαγων με εξ εχθρων μου και εκ των επεγειρομενων μοι υψωσεις με εξ ανδρος αδικηματων ρυση με

22:50 δια τουτο εξομολογησομαι σοι κυριε εν τοις εθνεσιν και εν τω ονοματι σου ψαλω

22:51 μεγαλυνων σωτηριας βασιλεως αυτου και ποιων ελεος τω χριστω αυτου τω δαυιδ και τω σπερματι αυτου εως αιωνος

 

Created with FREE HTMLCompiler by BibleDatabase