HOME | TELL A FRIEND | WHAT'S NEW | DOWNLOAD | MAILING LIST | FAQ | ADD URL | ADD ON
 
BibleDatabase

BibleDatabase - FREE Bibles

BibleDatabase

Greek OT (Septuagint/LXX)

 

2 Samuel 23

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

23:1 και ουτοι οι λογοι δαυιδ οι εσχατοι πιστος δαυιδ υιος ιεσσαι και πιστος ανηρ ον ανεστησεν κυριος επι χριστον θεου ιακωβ και ευπρεπεις ψαλμοι ισραηλ

23:2 πνευμα κυριου ελαλησεν εν εμοι και ο λογος αυτου επι γλωσσης μου

23:3 λεγει ο θεος ισραηλ εμοι ελαλησεν φυλαξ ισραηλ παραβολην ειπον εν ανθρωπω πως κραταιωσητε φοβον θεου

23:4 και εν θεω φωτι πρωιας ανατειλαι ηλιος το πρωι ου παρηλθεν εκ φεγγους και ως εξ υετου χλοης απο γης

23:5 ου γαρ ουτως ο οικος μου μετα ισχυρου διαθηκην γαρ αιωνιον εθετο μοι ετοιμην εν παντι καιρω πεφυλαγμενην οτι πασα σωτηρια μου και παν θελημα οτι ου μη βλαστηση ο παρανομος

23:6 ωσπερ ακανθα εξωσμενη παντες αυτοι οτι ου χειρι λημφθησονται

23:7 και ανηρ ου κοπιασει εν αυτοις και πληρες σιδηρου και ξυλον δορατος και εν πυρι καυσει καυθησονται αισχυνη αυτων

23:8 ταυτα τα ονοματα των δυνατων δαυιδ ιεβοσθε ο χαναναιος αρχων του τριτου εστιν αδινων ο ασωναιος ουτος εσπασατο την ρομφαιαν αυτου επι οκτακοσιους τραυματιας εις απαξ

23:9 και μετ' αυτον ελεαζαρ υιος πατραδελφου αυτου υιος σουσιτου εν τοις τρισιν δυνατοις ουτος ην μετα δαυιδ εν σερραν και εν τω ονειδισαι αυτον εν τοις αλλοφυλοις συνηχθησαν εκει εις πολεμον και ανεβησαν ανηρ ισραηλ

23:10 αυτος ανεστη και επαταξεν εν τοις αλλοφυλοις εως ου εκοπιασεν η χειρ αυτου και προσεκολληθη η χειρ αυτου προς την μαχαιραν και εποιησεν κυριος σωτηριαν μεγαλην εν τη ημερα εκεινη και ο λαος εκαθητο οπισω αυτου πλην εκδιδυσκειν

23:11 και μετ' αυτον σαμαια υιος ασα ο αρουχαιος και συνηχθησαν οι αλλοφυλοι εις θηρια και ην εκει μερις του αγρου πληρης φακου και ο λαος εφυγεν εκ προσωπου αλλοφυλων

23:12 και εστηλωθη εν μεσω της μεριδος και εξειλατο αυτην και επαταξεν τους αλλοφυλους και εποιησεν κυριος σωτηριαν μεγαλην

23:13 και κατεβησαν τρεις απο των τριακοντα και ηλθον εις κασων προς δαυιδ εις το σπηλαιον οδολλαμ και ταγμα των αλλοφυλων παρενεβαλον εν τη κοιλαδι ραφαιμ

23:14 και δαυιδ τοτε εν τη περιοχη και το υποστημα των αλλοφυλων τοτε εν βαιθλεεμ

23:15 και επεθυμησεν δαυιδ και ειπεν τις ποτιει με υδωρ εκ του λακκου του εν βαιθλεεμ του εν τη πυλη το δε συστημα των αλλοφυλων τοτε εν βαιθλεεμ

23:16 και διερρηξαν οι τρεις δυνατοι εν τη παρεμβολη των αλλοφυλων και υδρευσαντο υδωρ εκ του λακκου του εν βαιθλεεμ του εν τη πυλη και ελαβαν και παρεγενοντο προς δαυιδ και ουκ ηθελησεν πιειν αυτο και εσπεισεν αυτο τω κυριω

23:17 και ειπεν ιλεως μοι κυριε του ποιησαι τουτο ει αιμα των ανδρων των πορευθεντων εν ταις ψυχαις αυτων πιομαι και ουκ ηθελησεν πιειν αυτο ταυτα εποιησαν οι τρεις δυνατοι

23:18 και αβεσσα αδελφος ιωαβ υιος σαρουιας αυτος αρχων εν τοις τρισιν και αυτος εξηγειρεν το δορυ αυτου επι τριακοσιους τραυματιας και αυτω ονομα εν τοις τρισιν

23:19 εκ των τριων εκεινων ενδοξος και εγενετο αυτοις εις αρχοντα και εως των τριων ουκ ηλθεν

23:20 και βαναιας υιος ιωδαε ανηρ αυτος πολλοστος εργοις απο καβεσεηλ και αυτος επαταξεν τους δυο υιους αριηλ του μωαβ και αυτος κατεβη και επαταξε τον λεοντα εν μεσω του λακκου εν τη ημερα της χιονος

23:21 αυτος επαταξεν τον ανδρα τον αιγυπτιον ανδρα ορατον εν δε τη χειρι του αιγυπτιου δορυ ως ξυλον διαβαθρας και κατεβη προς αυτον εν ραβδω και ηρπασεν το δορυ εκ της χειρος του αιγυπτιου και απεκτεινεν αυτον εν τω δορατι αυτου

23:22 ταυτα εποιησεν βαναιας υιος ιωδαε και αυτω ονομα εν τοις τρισιν τοις δυνατοις

23:23 εκ των τριων ενδοξος και προς τους τρεις ουκ ηλθεν και εταξεν αυτον δαυιδ εις τας ακοας αυτου

23:24 και ταυτα τα ονοματα των δυνατων δαυιδ βασιλεως ασαηλ αδελφος ιωαβ ουτος εν τοις τριακοντα ελεαναν υιος δουδι πατραδελφου αυτου εν βαιθλεεμ

23:25 σαμαι ο αρουδαιος ελικα ο αρωδαιος

23:26 ελλης ο φελωθι ιρας υιος εκκας ο θεκωιτης

23:27 αβιεζερ ο αναθωθιτης εκ των υιων του ασωθιτου

23:28 σελμων ο αωιτης μοορε ο νετωφαθιτης

23:29 ελα υιος βαανα ο νετωφαθιτης εθθι υιος ριβα εκ γαβαεθ υιος βενιαμιν

23:30 βαναιας ο φαραθωνιτης ουρι εκ ναχαλιγαιας

23:31 αβιηλ υιος του αραβωθιτου αζμωθ ο βαρσαμιτης

23:32 ελιασου ο σαλαβωνιτης υιοι ιασαν ιωναθαν

23:33 σαμμα ο αρωδιτης αχιαν υιος σαραδ ο αραουριτης

23:34 αλιφαλεθ υιος του ασβιτου υιος του μααχατι ελιαβ υιος αχιτοφελ του γελωνιτου

23:35 ασαραι ο καρμηλιος φαραι ο ερχι

23:36 ιγααλ υιος ναθαν απο δυναμεως υιος γαδδι

23:37 ελιε ο αμμανιτης γελωραι ο βηρωθαιος αιρων τα σκευη ιωαβ υιου σαρουιας

23:38 ιρας ο ιεθιραιος γαρηβ ο ιεθιραιος

23:39 ουριας ο χετταιος παντες τριακοντα και επτα

 

Created with FREE HTMLCompiler by BibleDatabase